Ancient Greek
3.205.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.205.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 40E 41A] 189 ἀέριος ἀέριον, ὁ δὲ ἐννῦδος ἐννύδιον, ὁ δὲ χθόνιος χθόνιον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κρειττόνων γενῶν τῶν ὑπ’ αὐτοὺς τεταγμένων ἔοικε τὸ ὅσοι μετὰ τούτων δη-λοῦν τοὺς τε λοιποὺς Τιτᾶνας, Κοῖον καὶ Ὑπερίονα, Κρεῖον, Ἰαπετόν, Φόρκυν, καὶ τὰς λοιπὰς Τιτανίδας, τὴν Φοίβην, τὴν Θείαν, τὴν Μνημοσύνην, τὴν Θέμιν, τὴν Διώνην, μεθ’ ὧν ὁ Κρόνος καὶ ἡ Ῥέα προῆλθον, καὶ τοὺς ἅμα τῷ Φόρκυι προελθόντας, τὸν Νηρέα, τὸν Θαύμαντα, τὴν κινητικωτάτην Εὐρυβίαν, καὶ τοὺς μάλιστα τὴν γένεσιν ὅλην συνέχοντας. ἐκεῖνο μὴν γινώσκειν ἀξίον, ὡς οὐ προσῆκεν ἀκριβολογεῖ-σθαι περὶ τῆς ἐν αὐτοῖς τάξεως, πότερον ὁ Κρόνος ἐστὶν ὑπέρτερος ἢ ὁ Φόρκυς· ἔνωσις γὰρ αὐτῶν ἐστὶ καὶ ὁμοιότης. εἰ δὲ χρῆ διαιρεῖν, ἄμεινον κατὰ τὸν θεῖον Ἰάμβλιχον τάττειν, ὡς τοῦ μὲν Κρόνου μονάδος ὄντος, τῆς δὲ Ῥέας δυάδος τινὸς προκαλουμένης τὰς ἐν αὐτῷ δυνάμεις, τοῦ δὲ Φόρκυος τελειουργοῦντος τὴν πρόοδον, λοιπὸν δὲ τῶν ἐξῆς βασιλέων ἀπὸ τούτου τὴν ἐμφανῆ διακόσμησιν παραγόντων· ταύτην γὰρ εἴληχασιν οὗτοι τάξιν.