Ancient Greek
3.205.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.205.3
Unproofread scanNot analysed yet
Ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάν-τες ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐ-τῶν [40E 41A]. Τρίτη πρόοδος αὕτη θεῶν γενεσιουργῶν, τετάρτη δὲ τάξις, πέρας μὲν ἐπιτιθεῖσα ταῖς ὀνομασίαις τῶν ἡγεμόνων ὡς τετράς· περιεκτικὴ γὰρ αὕτη τῶν θείων διακόσμων· ὁμοιουμένη δὲ πρὸς τὴν πρώτην βασιλείαν ὡς δυάς, διὸ καὶ αὕτη δυαδικὴ ἐστιν ὥσπερ ἐκείνη, πρόδεστι δὲ αὕτῃ τὸ τε παντελὲς κατὰ τὴν πρόοδον καὶ τὸ ἀπερίγραφον κατὰ τὸν ἀριθμόν. οὐ μόνον ἠκέσθη τῷ ὅσους, καθάπερ ἐπὶ τῆς πρὸ αὐτῆς, ἀλλὰ προσέσθηκε καὶ τὸ πάντας, ἵνα τὴν ἐπὶ πᾶν αὐτῶν ἐνδείξηται πρόοδον· ἐστὶ γὰρ τὸ ‘ὅσον’ καὶ ἐπὶ τῶν ἡνωμένων εἰπεῖν, τὸ δὲ πάντας ἐπὶ τῶν διρη-μένων ἤδη καὶ πεπληθυσμένων. ὑπάρχει δὲ αὐτῇ καὶ τὸ