Ancient Greek
3.205.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.205.2
Unproofread scanNot analysed yet
Ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν [40E 41A]. Τρίτη πρόοδος αὕτη θεῶν γενεσιουργῶν, τετάρτη δὲ τάξις, πέρας μὲν ἐπιτιθεῖσα ταῖς ὀνομασίαις τῶν ἡγεμόνων ὡς τετράς· περιεκτικὴ γὰρ αὕτη τῶν θείων διακόσμων· ὁμοιουμένη δὲ πρὸς τὴν πρώτην βασιλείαν ὡς δυάς, διὸ καὶ αὕτη δυαδικὴ ἐστὶν ὥσπερ ἐκείνη, πρόσθεσι δὲ αὐτῇ τὸ τε παντελὲς κατὰ τὴν πρόοδον καὶ τὸ ἀπερίγραφον κατὰ τὸν ἀριθμόν. οὐ μόνον ἠρκέσθη τῷ ὅσους, καθάπερ ἐπὶ τῆς πρὸ αὐτῆς, ἀλλὰ προσέθηκε καὶ τὸ πάντας, ἵνα τὴν ἐπὶ πᾶν αὐτῶν ἐνδείξηται πρόοδον· ἐστὶ γὰρ τὸ ‘ὅσον’ καὶ ἐπὶ τῶν ἡνωμένων εἰπεῖν, τὸ δὲ πάντας ἐπὶ τῶν διηρημένων ἤδη καὶ πεπληθυσμένων. ὑπάρχει δὲ αὐτῇ καὶ τὸ