Ancient Greek
3.206.1 to 3.206.30
Proclus Phil., In Platonis Timaeum Commentaria 3.206.1-2-30
Unproofread scanNot analysed yet
δλικόν· οἱ γὰρ ἐν αὐτῇ κατωνομασμένοι θεοὶ καὶ οἱ συμ- προελθόντες αὐτοῖς πανταχοῦ κατὰ τοῦτο χαρακτηρίζονται C τὸ τῆς δημιουργίας εἶδος· δλικοὶ γὰρ εἰσὶ δημιουργοὶ πάν- τες. τίνες οὖν εἰσὶν οὗτοι καὶ ποίαν ἔχουσι τάξιν; ὁ μὲν δὴ θεῖος Ἰάμβλιχος τὸν Δία μὲν εἶναι τίθεται τὸν τελεσι- ουργὸν πάσης τῆς γενέσεως, Ἥραν δὲ τὴν δυνάμεως αἰτίαν καὶ συνοχῆς τοῖς πᾶσι καὶ πληρώσεως καὶ ζωῆς, ἀδελφοὺς δὲ αὐτῶν τοὺς κοινωνοῦντας αὐτοῖς τῆς γενεσιουργοῦ δημι- ουργίας, νόας καὶ αὐτοὺς ὄντας καὶ συμπληρουμένους κατὰ τὴν ὁμοίαν ἐκείνοις τελειότητα καὶ δύναμιν. ὁ δὲ γε Θεόδωρος τὴν τὸ ὕλικὸν ἐν σχέσει ψυχώσασαν ζωὴν πά- λιν τριχῇ διελών, ὥσπερ εἴωθε τὰς τριάδας ἀποτελεῖν, Δία μὲν καλεῖ τὴν μέχρις ἀέρος τὸ ἄνω διοικοῦσαν, Ἥραν δὲ τὴν τὸ ἀέριον λαχοῦσαν μέρος, ἀδελφοὺς δὲ αὐτῶν τοὺς τὰ λοιπὰ κληρωσαμένους· Ζεὺς μὲν γάρ ἐστι τὸ οὐσιώδες τῆς ἐν σχέσει τοῦ ὑλικοῦ ψυχῆς, ὅτι μηδὲν ἐστὶ τῆς οὐσίας ζωτικώτερον, Ἥρα δὲ τὸ νοερόν, ὅτι τοῖς ἀπὸ τοῦ ἀέρος λόγοις διοικεῖται τὰ ἐπὶ γῆς, ὁ δὲ ἄλλος ἀριθμὸς τὸ ψυχι- κὸν εἰς τὰ καθ’ ἕκαστα διηρημένον. πάλιν δὴ ἡμεῖς ἐπό- μενοι τοῖς εἰρημένοις λέγομεν, ὅτι πολλαὶ μὲν εἰσὶ τάξεις καὶ παρὰ Πλάτωνι τοῦ Διός· ἄλλος γάρ ὁ δημιουργὸς Ζεύς, D ὡς ἐν Κρατύλῳ [396 A] γέγραπται, καὶ ἄλλος ὁ πρῶτος τῆς Κρονίας τριάδος, ὡς ἐν Γοργίᾳ [523 A] λέλεκται, καὶ ἄλλος ὁ ἀπόλυτος, ὡς ἐν τῷ Φαίδρῳ [246 E] παραδέ- δοται, καὶ ἄλλος ὁ οὐράνιος, εἴτε <ὁ> ἐπὶ τῆς ἀπλανοῦς εἴτε ὁ ἐν τῇ θάτερον περιόδῳ. καθάπερ μὴν ὁ πρῶτιστος Ζεὺς τὴν ἐν ἀφανεῖ κρυπτομένην τοῦ πατρὸς δύναμιν εἰς ἐμφανῆ δημιουργίαν προήγαγεν ὑπὸ τῆς μητρὸς Ῥέας δυνα- μωθείς, τὸν αὐτὸν τρόπον καὶ οὗτος ὁ παραδιδόμενος ἐν- ταῦθα γενεσιουργὸς Ζεὺς τὰς ἀφανεῖς διαιρέσεις καὶ δια- κρίσεις τῶν εἰδῶν, ἃς ἐποιεῖτο μὲν ὁ Κρόνος, προὔκαλειτο δὲ ἡ Ῥέα, προῆγε δὲ εἰς κύησιν καὶ γέννησιν ὁ Φόρκυς,