Ancient Greek
3.21.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.21.1-2
Unproofread scanNot analysed yet
ἔνδον ἑαυτοῦ νόησιν ἀπλῆ καὶ ἀνεμποδίστῳ καὶ ἀθρόᾳ περιβολῇ <τῇ> πᾶν τὸ νοητὸν περιλαμβάνουση καὶ φιλοφρονουμένη διὰ τῆς πρὸς αὐτὸ στάσεως καὶ ἐνώσεως τελέας. εὐφραίνεται δέ, εἰ θέμις εἰπεῖν, καὶ δευτέρως διὰ τὴν ἐπιτηδειότητα τῶν ὑποδεχομένων τὴν ἔξω προιοῦσαν αὐτοῦ τῶν ἀγαθῶν χορηγίαν. καὶ ὁρᾷς, ὅπως τρεῖς αἰτίας παραδίδωσι τῆς τῶν εἰς τόνδε τὸν κόσμον προιόντων ἀπὸ τοῦ πατρὸς ἀγαθῶν μετουσίας· μίαν μὲν καὶ πρωτίστην τὴν ἀπὸ τῆς τοῦ ποιητικοῦ αἰτίου δυνάμεως (αὐτὸς γάρ ἐστι καὶ νῦν ὁ τὸν χρόνον ἀπογεννῶν διὰ τὴν οἰκεῖαν ἀφθονίαν καὶ τὴν γόνιμον περιουσίαν πάντα πληροῦν ἐφιέμενος πρώτων καὶ μέσων καὶ τελευταίων ἀγαθῶν), δευτέραν δὲ τὴν ἀπὸ τῆς ἐπιτηδειότητος τοῦ δεξομένου πράγματος (τότε γὰρ εὐφραίνεται τὸ μεταδιδὸν τῶν ἀγαθῶν, ὅτε τὸ μεταλαμβάνον ἐπιτηδεῖως διάκειται πρὸς τὴν ὑποδοχὴν αὐτῶν), τρίτην δὲ τὴν ἐκ τῆς ἀμφοῖν συμμετρίας καὶ ὁσαυεί συμπνοίας καὶ συμφωνίας· διὰ γὰρ τοῦτο, καίπερ ἀεὶ τῶν θεῶν πᾶσι προτεινόντων τὰ σύστοιχα ταῖς οὐσίαις αὐτῶν ἀγαθά, οὐκ ἀεὶ πάντες αὐτὰ καταδεχόμεθα, διότι μήτ’ ἐπιτηδεῖως ἔχομεν μήτε σύμμετροι πῶς τῇ δυνάμει τῶν μεταδιδόντων καθέσταμεν. εἰ δὲ βουλοίμεθα χαίρειν ἐφ’ ἡμῖν τὸ θεῖον, ὡς δὴ πέφυκε χαίρειν καὶ εὐφραίνεσθαι καὶ δι’ ἡμᾶς καίπερ ὁσαύτως ἀεὶ διακείμενον, ἐπιτηδεῖους πρὸς ὑποδοχὴν τῶν παρ’ αὐτοῦ προτεινομένων ἡμῖν ἀγαθῶν ἡμᾶς αὐτοὺς ποιητέον, ἵνα μὴ ἀργῇ εἰς ἡμᾶς ἡ τοῦ θεοῦ δόσις καίπερ ὑπ’ οὐδενὸς ἐμποδίζεσθαι πεφυκυῖα. ταῦτα μὲν οὖν ἄλλης ἐστὶ προθέσεως ἐπὶ πλέον θεωρεῖν. νυνὶ δὲ ἴδωμεν, πῶς ὁμοιότερον γίγνεται τὸ πᾶν πρὸς τὸ παράδειγμα χρόνου γεννηθέντος. ὅτι μὲν οὖν αἰδίου πρώτως ὄντος τοῦ παραδείγματος, εἰ μὴ τὴν [γουν] δευτέραν αἰδιότητα προσειλήφει, τὸ αἰσθητὸν ἦττον ἂν ὁμοίωτο τῷ νοητῷ, παντὶ πρόδηλον· καὶ ὅτι τὸ ἐν μεταβολῇ τὴν γένεσιν ἔχον τοῦ χρόνου χωρὶς οὐκ [ὅτι] αἰδίον, ἀλλ’ οὐδ’ ἄκαρῆ διαμένειν οἷον τ’ ἦν, οὐ χαλεπὸν συνιδεῖν.