Ancient Greek
3.22.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.22.1
Unproofread scanNot analysed yet
ὥστε δεῖ τῷ μὲν ἐπὶ πλέον ὁμοιωθησομένῳ πρὸς τὸ νοητὸν ἀιδιότητός τινος, τῷ δὲ ἀιδίῳ μὲν, οὐκ ἔχοντι δὲ ὁμοῦ παρουσαν αὐτῷ τὴν ἀιδιότητα, καθάπερ τὸ νοητὸν πᾶσαν ἔχει, χρόνου τοῦ σύμπαντος. οὐ μὴν ἀλλ’ εἴ τις ἐπισκέψαιτο τὴν φύσιν τοῦ χρόνου, σαφέστερον εἴδεταί, πῶς οὐ πρὸς ἀιδιότητα μόνον συντελεῖ τῷ τε σύμπαντι κόσμῳ καὶ ταῖς τοῦ κόσμου μεγάλαις μερίσιν ὁ χρόνος, ἀλλὰ καὶ πρὸς τελειότητα καὶ πρὸς εὐδαιμονίαν ἑκάστῳ τε αὐτῶν καὶ πᾶσιν ὁμοῦ συλλαμβάνει. ὅπερ προιοῦσης τῆς ἐξηγήσεως καὶ ἡμεῖς ἀναφῆναι πειρασόμεθα τὰ περὶ χρόνου πληρώματα διερευνώμενοι.