Ancient Greek
3.212.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.212.2
Unproofread scanNot analysed yet
τὴν τῶν χωμένων ζωὴν ἀπράγμονα μένειν οὐν ἐξ, εἰτε μὴ ἔχει, οὐδ’ ἂν ζῶα εἴη· πᾶν γὰρ ζῶον αἰσθητικόν, ὡς καὶ αὐτῷ δέδοκται, διὸ καὶ τοῖς φυτοῖς αἰσθήσεως μεταδώσει [77B] τῆς ἐσχάτης, ζῶα καὶ ταῦτα προσειπών. ὅτι δὲ πᾶν τὸ ψυχῆς ἐξημμένον ἐμψυχόν ἐστι καὶ ζῶον, καὶ τοῦτο C πάλιν αὐτὸς ἐστι λέγων. ἡ οὖν ταῦτα προσεχῶς ἐξηρτήται τῶν ὑπὸ σελήνην θείων ψυχῶν καὶ ἄπορος ὁ λόγος ἢ ἄλλα πρὸ τούτων· καὶ τοῦτ’ ἦν ὅπερ καὶ αὐτὸς ἐδήλωσεν εἰπών, ὅτι φαίνονται καθ’ ὅσον ἂν ἐθέλωσιν, ἄφανεῖς ὄντες ἡμῖν τέως. ταῦτα μὲν οὖν πρὸς τὴν τοῦ Πλάτωνος λέξιν.