Ancient Greek
3.212.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.212.3
Unproofread scanNot analysed yet
Περὶ δὲ ἀπάντων τῶν κατευθυνόντων τὴν γένεσιν θεῶν λέγωμεν, ὡς οὔτε τὴν οὐσίαν ἔχουσι τῇ ὕλῃ συμμεμιγμένην, καθάπερ φασίν οἱ ἄπὸ τῆς Στοᾶς [II frg. 307 Arn.] (οὐδὲν γὰρ δύνον κατὰ τῆς ὕλης νῦ καὶ φρονήσει δύναται διοικεῖν· οὐδὲ κυρίως ἐστὶ ποιητικὸν αἴτιον, ἀλλ’ ὄργανον 15 ἑτέρου τινός), οὔτε τὴν μὲν οὐσίαν ἔχουσιν ἀμιγῆ πρὸς τὴν ὕλην, τὰς δὲ δυνάμεις καὶ τὰς ἐνεργείας ἀναμεμιγμένας πρὸς αὐτήν, ὡς οἱ περὶ Νοῦμηνιον [frg. 38 Thed.] λέγουσιν· ἐπεὶ γὰρ τῶν θεῶν αἱ ἐνέργειαι σύνδρομοι πρὸς τὰς οὐσίας εἰσὶ καὶ πρὸ τῶν ἔξω προιουσῶν ἐνεργειῶν αἱ 20 ἔνδον ὁρεστήκασιν, ὅπου γε καὶ ἡ μερικὴ ψυχὴ πρὸ τῆς εἰς τὸ ζῶον ἐνδιδομένης ζωῆς ἔχει κυριωτέραν ἐν ἑαυτῇ ζωὴν καὶ πρὸ τῆς ἔξω χωρούσης κινήσεως, δι’ ἧς τὰ ἄλλα κινεῖ, τὴν εἰς ἑαυτὴν ἐπεστραμμένην κέκτηται κίνησιν, πάντη ἄρα ἀμιγεῖς ἐκεῖνοι οἱ θεοὶ πρὸς τὴν ὕλην, ἀμιγῶς μὲν τὰ 25 μεμιγμένα διακοσμοῦντες, ἀγενήτως δὲ τὰ γενητὰ καὶ ἀμε- D ρίστως τὰ μεριστὰ συνέχοντες, ζωῆς αἴτιοι νοῦ χορηγοὶ δυνάμεως ἀποπληρωταὶ ψυχῆς δοτῆρες ἀγαθῶν ἄρχηγοὶ πάντων, τάξεως καὶ προνοίας καὶ διοικήσεως ἀρίστης ἐξάρχοντες καὶ ζῶα κρεῖττονα περὶ ἑαυτοὺς ὑποσθάναντες, ἀγγέλων ἡγου- 30 μενοι, δαιμόνων ἄρχοντες, ἡρώων προϊστάμενοι κατὰ τάξιν καὶ διὰ τῆς τριφνοῦς ταύτης στρατιᾶς πᾶσαν κατευθύνοντες