Ancient Greek
3.213.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.213.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 A] τὴν γένεσιν. εἰ δὴ βάσιν καὶ ἕδραν ἀποφηνάιμεθα τῶν θεῶν ὅλην τὴν περὶ γένεσιν αὐτῶν καθήκουσαν διάταξιν, ὀρθῶς ἂν εἴποιμεν, καὶ εἰ τὸ τέλος αὐτοὺς φαίμεν συνελίσσεσθαι εἰς τὴν ἀρχὴν τῆς θείας ὑποβάσεως, οὐκ ἂν τῆς ἀληθείας ἀμαρτάνοιμεν. τοιούτων δὲ ὄντων αὐτῶν ὁ μὲν Πλάτων εἰς τοὺς νοερούς τε καὶ νοητοὺς θεοὺς καὶ τοὺς ἰδίως νοερούς καλουμένους ἀποβλέπων τὰς τέτταρας αὐτῶν προόδους κοινῶς ἐθεώρησεν. εἰσὶ δὲ ἐν αὐτοῖς καὶ ἀπὸ τῶν ὑπερουσμίων θεῶν δυνάμεις, εἴτε ἀπὸ τῶν δώδεκα ἡγεμόνων εἴτε ἀπ’ ἄλλων τινῶν καθήκουσαι, καὶ ἀπὸ τῶν οὐρανίων δὲ χορῶν πρόεισί τις εἰς τὴν γένεσιν διάταξις διπλασιαζομένη, ὡς φησιν ὁ θεῖος Ἰάμβλιχος· ἀπὸ μὲν γὰρ τῶν εἴκοσι καὶ ἑνὸς ἡγεμόνων γενέσθαι δύο καὶ τεσσαράκοντα καθ’ ἑκάστην στοιχείου λῆξιν ἡγεμονίας θεῶν γενεσιουργῶν, ἀπὸ δὲ τῶν ἕξ καὶ τριάκοντα δεκαδαρχῶν δύο καὶ ἑβδομήκοντα προεληλυθέναι, καὶ ἄλλους ὡσαύτως θεούς, πλήθει μὲν διπλασίους τῶν οὐρανίων, δυνάμει δὲ ἀπολειπομένους. δεῖ δὲ καὶ τὰς τριπλάς αὐτῶν προόδους θεωρεῖν καὶ τὰς πενταμερεῖς διαιρέσεις καὶ τὴν καθ’ ἑβδομάδα θείαν ὑπογένεσιν· ἀνὰ λόγον γὰρ τῷ κόσμῳ παντὶ καὶ τριχῇ διεκοσμήθησαν καὶ πενταχῇ καὶ ἑπταχῇ, ἵνα καὶ ἕκαστον τῶν στοιχείων κόσμος ἢ καὶ ὄντως μίμημα τοῦ παντός. ἡ μὲν δὴ σύντομος διδασκαλία περὶ τῶν ὑπὸ σελήνην θεῶν τοιαύτη τις ἐστὶ κατὰ τὰς διπλὰς οὐσίας καὶ τὰς διφυεῖς ζωὰς καὶ διττὰς λήξεις προεληλυθότων, ὥσπερ καὶ ὁ Πλάτων δυαδικῶς αὐτῶν πεποίηται τὰς ἡγεμονικὰς ἀπογεννήσεις. ἐφ’ ἑξῆς δὲ τούτοις ἴδωμεν, τίνες εἰσὶν οἱ λόγοι τοῦ πατρὸς καὶ τίνος ἕνεκα προεληλύθασιν. εἰσὶ μὲν οὖν οἱ λόγοι πάντως οὔτε προφορικοὶ (τοῦτο γὰρ ἀλλότριον τῆς ἀύλου καὶ χωριστῆς οὐσίας), οὔτε φυσικοὶ (τούτους γὰρ οὐχ ὁ δημιουργὸς ἐνδίδωσι πρώτως τοῖς ἐγκοσμίοις, ἀλλ’ ἡ μία φύσις), οὔτε ψυχικοὶ (τούτους γὰρ ἡ ψυχὴ προεῖληφεν ἢ τε μία καὶ αἱ