Ancient Greek
3.218.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.218.1-2
Unproofread scanNot analysed yet
τοὺς διττοὺς τρόπους ἐκείνους τῶν λόγων ὁμοῦ συνείληφε· B καὶ γὰρ ἄμιγεῖς ἀποτελεῖ τοὺς θεοὺς ὁ δημιουργὸς πρὸς τὰ δεύτερα καὶ προνοητικοὺς καὶ ὑποστάτας τῶν θνητῶν· προστάττει γὰρ αὐτοῖς κατὰ μίμησιν αὐτοῦ δημιουργεῖν. ἐν δὲ τῷ τοιῷδε ***συνείληπται ἑκάτερα, διὰ μὲν τῆς μιμήσεως τοῦ πατρὸς τὸ ἄμιγές (καὶ γὰρ ἐκεῖνος χωριστὸς ἐστὶν ἄφ’ ὅλων τῶν ἐγκοσμίων ἐξηρημένος), διὰ δὲ τοῦ δημιουργεῖν καὶ τρέφειν τὰ θνητὰ καὶ αὔξειν τὸ προνοητικόν. μᾶλλον δὲ καθ’ ἑκάτερον ἀμφότερα θεωρεῖν ἔξεστιν· ἐν τε γὰρ τῇ μιμήσει τοῦ δημιουργοῦ προνοητικοὶ τῶν δευτέρων εἰσίν, ὥσπερ ἐκεῖνος τῶν ἀθανάτων, αὐτοὶ τῶν θνητῶν προνοοῦντες, καὶ ἐν τῷ δημιουργεῖν χωριστοὶ τῶν δημιουργουμένων ὑπάρχουσι· πᾶν γὰρ τὸ δημιουργικὸν αἴτιον ἐξῆρται τῶν ὑφ’ ἑαυτοῦ γεννωμένων, τὸ δὲ συμμιγνύμενον πρὸς αὐτὰ καὶ ἀναπιμπλάμενον ἀπ’ αὐτῶν ἀσθενές ἐστι καὶ ἄδρανές καὶ κοσμεῖν αὐτὰ καὶ δημιουργεῖν ἀδύναμον. ταῦτα μὲν οὖν κοινῇ περὶ πάσης εἰρήσθω τῆς δημιουργίας.