Ancient Greek
3.218.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.218.3-2
Unproofread scanNot analysed yet
Αὐτὸ δὲ τοῦτο πρῶτον τὸ θεοὶ θεῶν τί ποτὲ ἐστι καὶ ποίαν ἔχει δύναμιν; ὅτι μὲν γὰρ ἡ ἀνάκλησις αὕτη συναγωγός ἐστι τοῦ πλήθους καὶ τῆς μονάδος καὶ ἐπιστρεπτικὴ καὶ ἀνακλητικὴ τῶν προελθόντων ἐπὶ τὸν ἕνα δημιουργὸν αὐτῶν καὶ ὡς ὅρον αὐτοῖς ἐντίθησι καὶ μέτρον θεῖον, ἐναργὲς ἐστι τοῖς μὴ παντάπασι τῶν τοιούτων λόγων ἀνηκόοις. πῶς δὲ καλοῦνται θεοὶ θεῶν οἱ τὸν κόσμον διαλαχόντες παρὰ τοῦ πατρὸς καὶ κατὰ ποίαν ἔννοιαν, οὐκέτι ῥᾴδιον ἐνδείξασθαι τοῖς πολλοῖς, εἰκῶτος· ἀιδίας γὰρ ἐστὶ καὶ θείας νοήσεως ἐν τοῖσδε τοῖς ὀνόμασιν ἐκφανσις. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ οἱ μὲν τοῖς ἐφεξῆς συνάπτουσι τὸ θεῶν, τὸ ὅλον ποιοῦντες ὧν θεῶν ἐγὼ δημιουργός, οὐκ ὀρθῶς λέγοντες· οὔτε γὰρ ἄλλων μὲν ἔδει τὸν δημιουργὸν ποιεῖν δημιουργόν, ἄλλων δὲ πατέρα (καὶ ταῦτα τῶν ἀτιμοτέρων·