Ancient Greek
3.222.1 to 3.222.7
Proclus Phil., In Platonis Timaeum Commentaria 3.222.1-7
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41A] οἰκείως τῇ ἑαυτῆς οὐσίᾳ λόγου δεῖται καὶ τῆς κατὰ λόγον πρὸς τὸ νοητὸν ἐπιστροφῆς. πρὸς ταύτας οὖν ὁ δημιουργικὸς πρόσεισι λόγος ὡς λογικὰς κατ’ οὐσίαν καὶ ἐν λόγοις οὐσιωμένας, διχῶς αὐταῖς ἐφαρμόζων καὶ ὡς μετεχομέναις ὑπὸ σωμάτων (θεοὶ γὰρ εἰσὶν οὗτοι θεῶν ἐκείνων) καὶ ὡς μετεχούσαις τῶν νόων (καὶ γὰρ ἐκείνων θεῶν ὄντων εἰσὶ θεοὶ μετέχουσαι τε τῶν νόων καὶ μεδέχται οὖσαι τοῖς σώμασι). διὸ καὶ τὸ γεννητὸν καὶ τὸ οὐκ ἀθάνατον καὶ πάντα αὐταῖς οἰκείως ἐφαρμόσει, καθ’ ὅσον ἔχουσι πρὸς τὰ ἐγκόσμια σύνταξιν τινὰ καὶ συμπλοκὴν καὶ καθ’ ὅσον μετέχονται ὑπ’ αὐτῶν, καὶ τὸ μάθετε [41B] καὶ τὸ γεννᾶτε [41D], καὶ εἴ τι ἄλλο τοιούτων ἐστὶ τῶν γεννωμένων θειότερον τοῖς νοεροῖς ἐμπρέπον. πάμπαν εἰσί, τούτους δέ, πρὸς οὓς ὁ λόγος, ἐρεῖ [41B] Ὡν ἐγὼ δημιουργὸς πατήρ τε ἐξῶν, ὃ δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε ἐθέλοντος [41A]. Ἔοικεν, ὡς συντόμως εἰπεῖν, εἰς τρία τὴν ὅλην δημιουργίαν ἀναπέμπειν ἐνεργήματα τοῦ ἑνὸς δημιουργοῦ πρὸς τοὺς πολλούς, τὸ ἐκθεωτικόν, τὸ τῆς συνοχῆς παρεκτικόν, τὸ τῆς πρὸς τὸ αὐτοζῶον ὁμοιότητος χορηγόν· αὕτη μὲν γὰρ ἡ ἀνάκλησις θεοὺς ἀποφαίνει τοὺς ὑπ’ αὐτοῦ προελθόντας, οἱ δὲ περὶ τοῦ ἀλύτου καὶ λυτοῦ λόγῳ τὸ μέτρον αὐτοῖς τῆς ἐν τούτοις μεσότητος ἀφορίζοντες τὴν σύμμετρον αὐτῶν τῇ τάξει διαμονὴν τε καὶ συνοχὴν ἐπορέγουν, οἱ δὲ περὶ τῆς δημιουργίας τῶν θνητῶν αὐτοῖς παρακελευό- μὴ εἶναι τὸ πάμπαν ἀθάνατους), ἀλλ’, εἰ χρὴ τὸ δοκοῦν εἰπεῖν, πρὸς τὸ σύνθετον ἐκ τε τῆς ψυχῆς καὶ τοῦ ζῶου, τοῦτο δὲ ἐστὶ πρὸς τὸ ζῶον τὸ θεῖον καὶ ἔμψυχον· νοῦς μὲν γὰρ οὐ διὰ λόγου γινώσκει τὴν δημιουργικὴν βούλησιν, ἀλλὰ διὰ νοήσεως, οὔδ’ δι’ ἐπιστροφῆς, ἀλλὰ δι’ ἐνώσεως τῆς πρὸς τὸν ὅλον νοῦν, ἅτε νοῦς ὢν καὶ οἷον ὁμόχρους πρὸς αὐτὸν ὁπάρχων· ψυχὴ δέ, ἅτε λόγος οὖσα καὶ οὐκ αὐτονοῦς,