Ancient Greek
3.223.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.223.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41A] μενοι τελειωτικούς τε τοῦ παντὸς αὐτοὺς ἀπεργάζονται καὶ ὑποστάτας ζῴων δευτέρων κατὰ τὴν τοῦ παραδείγματος μίμησιν. διὰ δὲ τῶν τριτῶν τούτων ἐνεργειῶν ἐπὶ πάντας τοὺς νοητοὺς θεοὺς ἀνάγει τοὺς ἑαυτοῦ παῖδας ὁ δημιουργὸς καὶ ἐνιδρύει ταῖς νοηταῖς αὐτοὺς τριάσι, τῇ μὲν ἐνὶ ὄντι διὰ τῆς πρώτης (ἐκεῖνο γάρ ἐστι τὸ πρῶτως ἐκθεούμενον, ἐν ᾧ τὸ μὲν ἔν θεότης, τὸ δὲ ὂν τὸ πρῶτως μετέχον ἐκείνης· τὸ μὲν οὖν αὐτοὲν μόνως θεὸς καὶ αὐτοθεός, οὐδενὸς ὂν οὐδὲ μεθεκτὸν ὑπάρχον, τὸ δὲ ἔν ὂν, ἐν ᾧ πρώτη μέθεξις, θεοῦ θεός· καὶ γὰρ τὸ ὂν θεὸς ὡς ἀκρότατον τῶν πάντων καὶ τὸ ἔν ὡς ἀπὸ τοῦ αὐτοενὸς προελθόν, ὁ δὴ πρῶτως ἦν θεός), τῇ δὲ αἰῶν[ον] διὰ τῆς δευτέρας (ὁ γὰρ αἰὼν πᾶσι τοῖς ὁποσοῦν τὴν ἀλύτον ἔχουσι διαμονὴν αἴτιος ταύτης ἐστὶ τῆς ἀλύτου διαμονῆς, ὥστε καὶ τὰ ἐγκόσμια πάντα δέδεται κατὰ τὴν δημιουργικὴν βούλησιν καὶ μετέχει τι τοῦ ἀλύτου διὰ τὴν ἐκείνου μετουσίαν, ἄλλων ὄντων τῶν πρώτων ἀλύτων καὶ ὄντως ἀθανάτων δι’ ἐκείνων ὄντων), τῇ δὲ παντελεῖ ζωῇ διὰ τῆς τρίτης (τὸ γὰρ ζωογονικὸν πρὸς ἐκεῖνο καὶ τοὺς ἐγκοσμίους ἐξομοιοῖ καὶ ἐντίθησιν αὐτοῖς τὰ παραδείγματα τῶν ζῴων, ὧν γεννῶσι). καὶ οὕτως εἰς μὲν ἕν εἴη σκοπὸς τῆς δημιουργίας ἐπιστρεπτικὸς καὶ τελειουργὸς τοῦ προελθόντος πλήθους τῶν θεῶν. μετὰ δὲ τὸν ἕνα τριπλοῦς ὁ ἐνιδρύων αὐτοὺς τοῖς τρισὶ νοητοῖς διακόσμοις. δευτέρα οὖν νόησις αὕτη δημιουργικὴ μετὰ τὴν πρώτην καὶ ἐκθεωτικήν, μόνιμον κατάστασιν καὶ δύναμιν ἄτρεπτον καὶ αἰώνιον τρόπον τινὰ κατὰ τὴν μίμησιν οὐσίαν ἐπιλάμπουσα τοῖς ἐγκοσμίους θεοῖς, δι’ ἧν καὶ πᾶς ὁ κόσμος καὶ πᾶσαι αἱ θείαι λήξεις ἀεὶ ὡσαύτως ἔχουσι, μετασχούσαι διὰ τοῦ πατρὸς τῆς ἀτρέπτου φύσεως καὶ τῆς ἀμεταβλήτου δυνάμεως· πάντα γὰρ τὰ ἐξ ἀκινήτου γιγνόμενα αἰτίας ἀλυτα καὶ ἀμετάβλητά ἐστι, τὰ δὲ ἐκ κινουμένης μεταβλητά. καὶ οὖν καὶ ἐν τοῖς ἐγκοσμίους ὅσα μὲν ἐκ μόνης προῆλθε τῆς 303