Ancient Greek
3.224.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.224.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41A] δημιουργικῆς αἰτίας, ἀεὶ ὡσαύτως γινόμενα διαμένει καὶ πάσης ἐξήρηται τῆς τρωπῆς καὶ ἀλλοιωτῆς οὐσίας, ὅσα δὲ καὶ ἀπ’ ἐκείνης μὲν καὶ ἐξ ἄλλων δὲ κινομένων ἀρχῶν, ἀμετάβλητα μὲν ἐστὶ καθ’ ὅσον ἀπ’ ἐκείνης, μεταβλητὰ δὲ καθ’ ὅσον ἀπὸ τούτων· ὁ γὰρ μόνος ὁ δημιουργὸς ἀπο-γεννᾷ, ταῦτα ὑπρεπτα δημιουργεῖ καὶ ἄλυτα κατὰ τε τὴν αὐτῶν φύσιν καὶ κατὰ τὴν αὐτοῦ δύναμιν τε καὶ βούλησιν· ἐκείνοις τε γὰρ ἐνδίδωσι φρουρητικὴν αὐτῶν καὶ σωστικὴν δύναμιν καὶ αὐτὸς ἐξηρημένως συνέχει τὴν οὐσίαν αὐτῶν· πάντα γὰρ σῴζεται διχῶς καὶ ἐκ τῆς ἐν αὐτῷ δυνάμεως καὶ ἐκ τῆς προνοητικῆς ἀγαθότητος καὶ δυνάμενης ὡς καὶ βουλομένης πάντα διατηρεῖν, ὅσους ἀεὶ σώζεσθαι θέμις. ἔστι μὲν οὖν, ὡςπερ εἴπομεν, καὶ παρὰ τὴν ἑαυτῶν φύσιν ἄλυτα τὰ θεióτατα τῶν φανερῶν, ἔστι δὲ καὶ παρὰ τὴν δημιουργικὴν δύναμιν τὴν διήκουσαν δι’ ὅλων καὶ συνέχουσαν αὐτὰ διαιωνίως· αὕτη γὰρ ἐστὶν ἡ φρουρὰ καὶ ὁ θεῖος θεσμός ὁ πάντων συνοχεύς. τούτων δὲ ἐπὶ κυριώτερα καὶ μεῖζων αἰτία ἡ δημιουργικὴ βούλησις καὶ τῇ δυνάμει χρησμένη· τί γὰρ ἄλλο τῆς ἀγαθότητος ὑπέροτερον ἢ ποῖος δεσμός ταύτης τελειότερος, ἢ τὴν ἕνωσιν ἐπιλάμπει καὶ τὴν αἰώνιον οὐσίαν συνέχει καὶ πέρας ἐστὶ καὶ μέτρον ἀπάντων; εἰς ἣν καὶ νῦν ὁ δημιουργὸς ἀνήνεγκε τὴν τῆς ἀτρέπτου δυνάμεως αἰτίαν εἰπὼν ἐμοῦ γε ἐθέλοντος· ἐπέστησε γὰρ φρουρὸν τοῖς οἰκείοις ἔργοις τὴν ἑαυτοῦ βούλησιν, ἐνοποιῶν καὶ συνεκτικὴν καὶ μετρητικὴν ὑπάρχουσαν τῶν ὅλων. ἀλλὰ τίς ὁ δημιουργὸς καὶ τίς ὁ πατήρ, εἴρηται μὲν καὶ πρότερον [I 299ss], λεγέσθω δὲ συντόμως καὶ νῦν, ὅτι τέτταρά ἐστι ταῦτα, ὁ πατὴρ καὶ ὁ ποιητής, καὶ τέτταρες οὗτοι τὴν ἀναλογίαν ταύτην σῴζοντες εἰσὶν ἐφεξῆς· πατὴρ μὲν ὁ πρώ-τος ἀπὸ τοῦ ἑνὸς προελθὼν Αἰθήρ. πατὴρ δὲ καὶ ποιητὴς ὁ κατὰ παράδειγμα θεός,