Ancient Greek
3.232.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.232.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 B] παρ’ ἑαυτοῦ ἀθάνατον καὶ ὁ ἑαυτῷ τῆς ἀθανασίας ἐστὶ παροικτικόν, τὸ δὲ μήτε καθ’ ὅλον αὐτὸ ζωὴ ὑπάρχον μήτε αὐθυπόστατον ὅν μηδὲ παρ’ ἑαυτοῦ τὴν ἀθανασίαν ἔχον οὐκ ἔστι πρώτως ἀθάνατον. ὥσπερ οὖν τὸ δευτέρως ὅν οὐκ ὅν ἐστιν, οὕτω καὶ τὸ δευτέρως ἀθάνατον οὐκ ἀθάνατόν ἐστιν, οὐ μὴν οὐδὲ θνητόν· τοῦτο γὰρ ἐστὶ τὸ τοῦ θανάτου παντελῶς ἀποστάν καὶ μηδὲ συμφυῆ ζωὴν ἔχον μηδὲ ἄπειρον δύναμιν· τρία γὰρ ταῦτά ἐστιν ἐξῆς· τὸ παρ’ ἑαυτοῦ ἄπειρον ζωὴν ἔχον, τὸ παρ’ ἄλλον ζωὴν ἄπειρον ὑποδεξάμενον, τὸ μήτε παρ’ ἑαυτοῦ μήτε παρ’ ἄλλον τὴν ἄπειρον τῆς ζωῆς ἐπιδεικνύμενον. καὶ τὸ μὲν ἄπiston ἀθάνατόν ἐστι, τὸ δὲ δεύτερον οὐκ ἀθάνατον, τὸ δὲ τρίτον θνητόν.