Ancient Greek
3.232.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.232.3
Unproofread scanNot analysed yet
D τὸ δὲ μέσον ἐφήρμοσε τοῖς ἐγκοσμίους θεοῖς· οὔτε γὰρ παρ’ ἑαυτῶν ἔχουσι τὸ ἀθάνατον, καθ’ ὅσον ἀπὸ τοῦ ὡς ἀληθῶς ἀθανάτου καὶ πρώτως εἰσὶ καὶ καθ’ ὅσον ἐξήρτηται σώματα αὐτῶν, οὔτε πεπερασμένην ἔχουσι ζωὴν, ἀλλὰ πληροῦνται μὲν ἀπὸ τῶν αἰδίων θεῶν, παράγουσι δὲ τὰ θνητά· συνεχὴς γὰρ ἐστὶν ἡ δευτέρα δημιουργία πρὸς τὴν πρώτην καὶ περὶ ἐκείνην προέσει καὶ ἀπ’ ἐκείνης κατευθύνεται καὶ πρὸς ἐκείνην ἀναπέμπει καὶ τὴν γένεσιν τῶν θνητῶν γενῶν. πάλιν τὸ ἄλυτον κυριώτατα μὲν καὶ πρώτως ἐστὶ τοιοῦτον τὸ ἄπλοῦν καὶ πᾶσαν σύνθεσιν ἐκπεφευγός· ὅπου γὰρ μὴ ἐστὶ συνθέσεις, ποία τῆς λύσεως ἐμφασίς; δευτέρως δὲ ἄλυτον τὸ συνδέσμῳ ἄλυτον, ὁ καὶ λυτὸν ἐστιν ἅμα διὰ τὸ προεληθεῖν ἐξ αἰτίων διηρημένων· οὐ γὰρ ἀπλῶς λυτόν, ἀλλὰ τῇ αἰτίᾳ λυτόν· τὸ γὰρ πρὸ χρόνον παντὸς δεδεμένον κατ’ αἰτίαν δεδεταί μόνον, τὸ δὲ κατ’ αἰτίαν μόνον δεδεμένον κατ’ αἰτίαν λύεται μόνον [ἕκαστον]· ἕκαστον γὰρ ἢ δέδεταί καὶ ὑφ’ οὗ καὶ ὅπως, ταύτῃ καὶ ὑπὸ τούτου καὶ οὕτως λύσεσθαι πέφυκε. τρίτον δὲ ἐστιν ἀπὸ κυρίως ἄλυτον τὸ ποτὲ ἄλυτον, διότι τὸ μὲν κυρίως ἄλυτον μετὰ ἀπλότητος ἄλυτον, τὸ δὲ δευτέρως μετὰ