Ancient Greek
3.232.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.232.2
Unproofread scanNot analysed yet
D τὸ δὲ μέσον ἐφήρμοσε τοῖς ἐγκοσμίοις θεοῖς· οὔτε γὰρ παρ’ ἑαυτῶν ἔχουσι τὸ ἀθάνατον, καθ’ ὅσον ἀπὸ τοῦ ὡς ἀληθῶς ἀθανάτου καὶ πρώτως εἰσὶ καὶ καθ’ ὅσον ἐξήρτηται σώματα αὐτῶν, οὔτε πεπερασμένην ἔχουσι ζωὴν, ἀλλὰ πληροῦνται μὲν ἀπὸ τῶν αἰδίων θεῶν, παράγουσι δὲ τὰ θνητά· συνεχὴς γὰρ ἐστὶν ἡ δευτέρα δημιουργία πρὸς τὴν πρώτην καὶ περὶ ἐκείνην πρόεισι καὶ ἀπ’ ἐκείνης κατευθύνεται καὶ πρὸς ἐκείνην ἀναπέμπει καὶ τὴν γένεσιν τῶν θνητῶν γενῶν. πάλιν τὸ ἄλυτον κυριώτατα μὲν καὶ πρώτως ἐστὶ τοιοῦτον τὸ ἄπλοῦν καὶ πᾶσαν σύνθεσιν ἐκπεφευγός· ὅπου γὰρ μὴ ἐστὶ σύνθεσις, ποία τῆς λύσεως ἔμφασις; δευτέρως δὲ ἄλυτον τὸ συνδέσμῳ ἄλυτον, ὃ καὶ λυτὸν ἐστὶν ἅμα διὰ τὸ προελθεῖν ἐξ αἰτίων διηρημένων· οὐ γὰρ ἁπλῶς λυτόν, ἀλλὰ τῇ αἰτίᾳ λυτόν· τὸ γὰρ πρὸ χρόνου παντὸς δεδεμένον κατ’ αἰτίαν δέδεται μόνον, τὸ δὲ κατ’ αἰτίαν μόνον δεδεμένον κατ’ αἰτίαν λύεται μόνον [ἕκαστον]· ἕκαστον γὰρ ἢ δέδεται καὶ ὅφ’ οὓ καὶ ὅπως, ταύτῃ καὶ ὑπὸ τούτου καὶ οὕτως λύεσθαι πέφυκε. τρίτον δὲ ἐστὶν ἀπὸ κυρίως ἀλύτου τὸ ποτὲ ἄλυτον, διότι τὸ μὲν κυρίως ἄλυτον μετὰ ἀπλότητος ἄλυτον, τὸ δὲ δευτέρως μετὰ