Ancient Greek
3.233.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.233.1-2
Unproofread scanNot analysed yet
συνθέσεως· τὸ δὲ τρίτον ἀμφοτέρων ἀποπεπτωκὸς τῇ ἑαυτοῦ E φύσει [τὸ] <ἀ>λυτὸν ἔστιν. οὔτε δὴ ἄλυτοι πᾶμπαν οἱ ἐγκόσμιοι θεοὶ (τὸ γὰρ πᾶμπαν ἄλυτον προσῆκει τοῖς ἀπλουστάτοις), οὔτε λυτοὶ κατὰ χρόνον (τοῦτο γὰρ τὸ οὐ λυθησέσθαι διὰ τοῦ ῥήματος τὴν κατὰ χρόνον λύσιν ἐνδεικνύμενον· ἡ γὰρ σύνθεσις αὐτῶν ἀπὸ τῆς ἑνώσεως γέγονε τῆς δημιουργικῆς). ὡς οὖν ἐν τῇ αἰτίᾳ τῶν ἀπλῶν ἡ ἕνωσις προηγείται, τὸν αὐτὸν τρόπον καὶ ἔνταῦθα τῆς λύσεως ὁ δεσμός· κρείττων γὰρ ἔστι καὶ θειοτέρας ὑνδαλμα δυνάμεως 10 ἐν τε ψυχαῖς ὁρώμενος (δεσμοὶ γὰρ ἦσαν καὶ ἐν ἐκείναις αἱ μεσότητες, ὡς ἐν τῇ ψυχογονίᾳ προείρηται [36 A]) καὶ ἐν τοῖς σώμασιν (ἡ γὰρ ἀναλογία δεσμός [31 C]) καὶ ἐν τοῖς ζῷοις (δεσμοῖς γὰρ ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη [38 E]). καὶ τὸ ἀθάνατον οὖν καὶ τὸ ἄλυτον πᾶμ- 15 παν μὲν οὐχ ὑπάρχει τοῖς ἐγκοσμίοις θεοῖς, ὑπάρχει δὲ ὅμως, καὶ οὐ διὰ τὸ μὴ πᾶμπαν ὑπάρχειν μηδ’ οὕτως, ὡς τοῖς νοητοῖς, ἀναιρετέον ἀπ’ αὐτῶν τὴν ἀθανασίαν. ἐπεὶ καὶ τὸν Ἔρωτα ἐν Συμποσίῳ [202 DE] προσειπεῖν ἀθάνατον οὐκ ἥξιωσεν, οὐ μὴν οὐδὲ θνητόν, ἀλλὰ τι μεταξύ 20 τούτων ἀμφοτέρων· πολὺ γὰρ τὸ πλάτος τοῦ θνητοῦ καὶ ἀθανάτου καὶ πολλαὶ ταῦτα συνδέουσι μεσότητες. καὶ δοκεῖ F τὸ ἀθάνατον τὸ μὲν εἶναι πασῶν κοινὸν τῶν τοῦ μὴ θνητοῦ διαφορῶν, ὅ ἐστι τὸ μὴ στερισκόμενον ἢς ἔχει ζωῆς, καθὸ καὶ ἔρει [41 CD] τὸν δημιουργὸν τῶν ἀθανάτων 25 αἴτιον, τῶν δὲ θνητῶν τοὺς νέους θεούς· τὸ δὲ ἴδιον τῶν νοητῶν, ὅ ἐστι τὸ ἀθάνατον ἀεὶ ὂν τοιοῦτον· τὸ δὲ τῶν ἐγκοσμίων, ὅ ἐστιν ἀεὶ γιγνόμενον ἀθάνατον, ἐν τῷ γίγνεσθαι ἀεὶ τὴν ὑπόστασιν ἔχον. ὅθεν καὶ ἀμέσως εἴποις <ἂν> ἀντιδιηρῆσθαι τὸ ἀθάνατον καὶ θνητόν, εἰ λάβοις τὸ κοινὸν 30 τοῦ ἀθανάτου σημαινόμενον, καὶ οὐκ ἀμέσως, εἰ τὸ πρῶτως ἀθάνατον, ὅ δή ἐστι τὸ ἀεὶ ὂν ἀθάνατον· τούτου γὰρ καὶ τοῦ θνητοῦ μέσον τὸ ἀεὶ γιγνόμενον ἀθάνατον, κυρίως δὲ ἀθάνατον τὸ ἐν αἰῶνι πᾶσαν ἔχον τὴν ζωήν· τὸ δὲ ἀνὰ 306