Ancient Greek
3.234.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.234.1
Unproofread scanNot analysed yet
218 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 B] πάντα τὸν χρόνον ἀνελιπτομένην καὶ μὴ μίαν καὶ ἄτομον τὴν αὐτὴν ἀεἰ, τοῦτο γιγνόμενον ἐστιν, ἀλλ’ οὐκ ὅν ἀθάνατον. τοῦτον δὲ πάλιν τὸ γιγνόμενον ἔχον τὴν ζωήν, μὴ μεθισταμένην δὲ ἀπὸ τῆς ἑτέρας ἐπὶ τὴν ἑτέραν, μηδὲ ἄνιον καὶ κατιόν, μόνον ἀθάνατον, ὡς οὐκ ἀπολειπομένην 5 ἔχον ζωήν· τὸ δὲ ἄνιον καὶ κατιόν ἐν τῷ νοεῖν ἐγγυτέρω τῶν θνητῶν, ἀπολείπου μὲν τὴν χρείσονται νόησιν, μεθιστάμενον δὲ εἰς τὴν ὑφεμένην καὶ αὐθὶς ἀνατρέχον ἄνευ λήθης. καὶ ἐστι τὸ μὲν τῶν ἐγκοσμίων θεῶν ἴδιον, τὸ δὲ τῶν δαιμόνων τῶν τοιούτων ἐπομένον. εἰ δὲ τὸ λοι- 10 πὸν καὶ λήθης ἀναπλήματα κατιόν, ἐγγυτάτω τῶν θνητῶν ἐστιν, ἀπολλύον πᾶν τὴν ὡς ἀληθῶς ἐν αὐτῷ ζωήν καὶ μόνην ἔχον τὴν οὐσιώδη. τοιούτων δὲ τὸ τῶν μερικῶν ψυχῶν ἀθάνατον· διὸ καὶ αὐτὸς ἀθανάτοις ὁμώνυμον ἀποκαλέσει [41 C] τὸ ἐν ταύταις ἀθάνατον. εἰ δὲ τι μετὰ 15 ταύτας καὶ τὴν οὐσιώδη ζωήν ἀποβάλλοι, τοῦτο θνητὸν μόνως ἐστίν. ὥστε τὸ μὲν πρῶτως ἀθάνατον καὶ τὸ θνητὸν ἄκρα, τὸ δὲ τῶν ἐγκοσμίων θεῶν καὶ τὸ τῶν μερικῶν ψυχῶν ὑπἄκρα, μέσον δὲ ὄντος τούτων τὸ τῶν δαιμόνων, διὸ καὶ μέσοι τῷ ὄντι πάντων οἱ δαίμονες. ταῦτα μὲν οὖν 20