Ancient Greek
3.234.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.234.3
Unproofread scanNot analysed yet
B περὶ τῆς ὅλης προθέσεως τῶνδε τῶν λόγων. Φέρε δὲ καὶ τὰ καθ’ ἕκαστον, εἰ δοκεῖ, συντόμως ἐπιδράμωμεν. ἡ μὲν οὖν ‘γένεσις’ ὅπως ἐφαρμόξει τοῖς ἐγκοσμίους θεοῖς, εἴρηται μοι πολλάκις καὶ ὅτι τὴν σύνθεσιν δηλοῖ καὶ τὴν μετὰ χρόνον ζωήν καὶ τὴν ἀπ’ ἄλλης αἰτίας πάροδον 25 καὶ τὴν τῷ χρόνῳ παντὶ συμπαρεκτεινομένην, ἀλλ’ οὐκ ἀεὶ οὔσαν. τὸ δὲ ἀθάνατοι μὲν οὐκ ἐστε οὔδ’ ἄλυτοι δηλοῖ, ὅτι γίγνεσθε ἀθάνατοι καὶ ἄλυτοι· τὸ γὰρ ‘εἶναι’ τούτων ἐκάτερον μόνοις τοῖς αἰωνίοις πάρεστι, τὸ δὲ ‘γίγνεσθαι’ πρέπει τοῖς γεννητοῖς, ὧν τὸ ζῆν εἰς τὸν ὅλον χρόνον παρα- 30 τείνει. τὸ δὲ ‘μὴ πᾶμπαν ἀθάνατον μηδὲ πᾶμπαν ἄλυτον’ εἴδη πολλὰ τῆς ἀθανασίας παραδίδωσιν· αὐτὸς γοῦν μικρὸν προειδὼν ἀθανάτους ἀποκαλέσει [41 C] τὰς θείας ψυχάς,