Ancient Greek
3.235.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.235.2
Unproofread scanNot analysed yet
ὁμωνύμως δὲ ἀθανάτους τὰς μερικὰς. τὸ δὲ οὐ λυθη-σεσθὲ οὐδὲ τεύξεσθε θανάτου μοίρας ἀφαιρεῖ πᾶσαντὴν θνητοειδῆ φύσιν ἀπὸ τῶν θεῶν καὶ τὴν ἀεὶ τρεπομένηνκαὶ μεταβαλλομένην ζωήν· τὸ γὰρ θνητὸν ζωῆς ἐστὶ κατά-ληξις ἤδη τῷ μὴ ὄντι συμμεμιγμένης. αὕτη δὲ ἡ τοῦθανάτου μοῖρα· πολλάς πάλιν ἡμῖν ὑποφαίνει θανάτου δια-φοράς· ἄλλος γὰρ ὁ θάνατος τῶν κατὰ σχέσιν λεγομένων Cδαιμόνων, ἄλλος ὁ τῶν μερικῶν ψυχῶν, ἄλλος ὁ τῶν ζῴων,ἄλλος ὁ τῶν ἐψυχωμένων σωμάτων, ὁ μὲν μιμούμενος οἷονχιτῶνος ἀπόθεσιν, ὁ δὲ μετὰ συμπάθειας τῆς πρὸς τὸ γενή-τον πτώσις ὧν εἰς αὐτὸ τῆς ψυχῆς, ὁ δὲ διάλυσις ὧνσώματος καὶ ψυχῆς ἀπ’ ἀλλήλων, ὁ δὲ στέρησις τῆς ἐνὑποκειμένῳ οὕσης τῷ σώματι ζωῆς. τούτων δὴ πάλιν ἐξήρην-ται παντελῶς οἱ τε ἐγκόσμιοι θεοὶ καὶ [οἱ δαίμονες] οἱ κατ’οὐσίαν δαίμονες, οἱ συνεπόμενοι τοῖς θεοῖς· οὐδὲ γὰρ ὁ πρῶ-τος τοῦ θανάτου τρόπος ἐφαρμόσει τούτοις, ὡς καὶ ὁ θεῖοςἸάμβλιχος παραδέδοκεν ἄτρεπτον φυλάττων τὸ ὡς ἀληθῶςδαιμόνιον γένος. ταῦτα μὲν οὖν δὴ <διὰ τί> ἐστι ‘δεσμός’; ἢ ὅτι πάντα ἐνοῖ καὶ μετρεῖ καὶ εἰς μίαν ἄγει σύμπνοιανἢ ἀγαθότης, καθ’ ἣν ἡ δημιουργικὴ βούλησις ἀφορίζεται,καὶ ἔοικε κατ’ αὐτὴν μάλιστα θεοὺς ἀποτελεῖν τοὺς ἐγκο-σμίους· δεσμῶν γὰρ ἐστὶ δεσμὸς ὑπὲρ τὸν νοῦν οὕσα τῶνσυνδεομένων. τὸ δὲ λαχόντες τὴν ἀφ’ ἑνὸς τοῦ δημι-ουργοῦ διακλήρωσιν τῆς ἀγαθῆς προνοίας τῶν πολλῶν ἐκφαίνειθεῶν· κατὰ γὰρ τοὺς τῆς δίκης κλήρους διηρημένοι δια-νέμονται τὴν μίαν τοῦ πατρὸς καὶ ὅλην πρόνοιαν καὶ τὸν Dἕνα δεσμὸν τὸν προϊόντα ἀπὸ τῆς δημιουργικῆς μονάδος. οὔτε οὖν ἀθάνατοι οὔτε θνητοὶ οἱ οὐράνιοι θεοὶ καὶ ὅλωςοἱ ἐγκόσμιοι πάντες οὔτε ἄλλοι οὔτε λυτοί, ἀλλ’ ἀπλῶς ***ἄφροῖν. κατεσκεύασε δὲ τὸ μὲν μήτε ἀθάνατον αὐτῶν μήτεἄλυτον ἐκ τοῦ γεννητοῦς εἶναι (τοῦτο γὰρ δηλοῖ τὸ ἐπεῖπερ