Ancient Greek
3.236.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.236.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 B] γεγέννησθε· πᾶν γὰρ γεννητὸν ἐπισκευαστὴν ἀθανασίαν ἔχει καὶ δεσμὸν ἀλλοχόθεν ἐνδεδομένον, ἐκ τοῦ συνέχειν ἢ ζωοποιεῖν οὐ δυνάμενον), τὸ δὲ μήτε λυτοὺς αὐτὸς μήτε θνητοὺς ἐκ τῶν δεσμῶν, ὧν τε κατ’ οὐσίαν μετέχουσι καὶ ὧν ἐκ τῆς δημιουργικῆς βουλῆσεως. ἀλλὰ τούτους μὲν δι’ ἐνώσεως ἐδήλωσεν, ἐκείνους δὲ διὰ πλήθους, ἐπειπερ ἡ πατρικὴ ἔνωσις δεσμῶν ἐστι δεσμὸς καὶ τῶν μετεχομένων ἐνώσεων μονάς.