Ancient Greek
3.237.31
Proclus Phil., In Platonis Timaeum Commentaria 3.237.31
Unproofread scanNot analysed yet
οὐν *5 Plat. 9 ἀπαντα Plat. 10 αὐτῷ ll. γένη ζῶων B τῶν, καθ’ ὃς ὑφιστάνειν παρακελεύεται τὰ θνητὰ γένη τοῖς νέοις θεοῖς· προκατάρχει γὰρ αὐτὸς καὶ τῆς τούτων ποιή-σεως καὶ αὐτῷ τῷ λέγειν, ὅτι ποιητέον, ποιῶν (οἱ τε γὰρ λόγοι τοῦ πατρὸς νοήσεις εἰσὶ δημιουργικαὶ καὶ αἱ νοήσεις ποιήσεις)· ἐπιτρέπει δὲ τὴν προσεχῆ ποίησιν τοῖς πολλοῖς. καὶ ὁρᾷς πάλιν, ὅπως ἡ τάξις ἀναφαίνεται τῶν ποιητικῶν αἰτίων καὶ γεννητικῶν· τὰ γὰρ θνητὰ ζῷα ποιεῖ μὲν καὶ ὁ τῶν ἐγκοσμίων χορὸς θεῶν, ἀλλὰ μετὰ κινήσεως καὶ μετα-βολῆς, ποιεῖ δὲ καὶ ὁ δημιουργός, ἀλλὰ τῷ λέγειν (τοῦτο δὲ ταὐτὸν τῷ νοεῖν· λέγει γὰρ δήπου νοῶν καὶ ἀκινήτως καὶ νοερῶς), ποιεῖ δὲ καὶ τὸ αὐτοζῶον (ἔχει γὰρ μίαν αἰτίαν πάντων πτηνῶν καὶ πάντων ἐνύδρων καὶ πάντων χθονίων), ἀλλὰ μετὰ σιωπῆς καὶ αὐτῷ τῷ εἶναι καὶ νοητῶς· διαδέχε-ται γὰρ τὴν μὲν πατρικὴν σιγὴν ὁ δημιουργικὸς λόγος, τὴν δὲ νοητὴν αἰτίαν ἡ νοερὰ ποίησις, τὴν δὲ κατὰ τὸ εἶναι πρόνοιαν ἡ κατὰ τὸ ἐνεργεῖν ἀπογέννησις, καὶ τὸν μὲν λόγον ἡ κίνησις, τὴν δὲ νοερὰν ἐνέργειαν ἡ τῷ αἰσθητῷ συμμεμιγμένη διακόσμησις· τὰ γὰρ ἔσχατα δημιουργήματα δεῖται τοιαύτης ποιητικῆς αἰτίας. πᾶν γοῦν τὸ μεταβλητόν