Ancient Greek
3.238.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.238.2
Unproofread scanNot analysed yet
C καὶ ἀλλοιωτὸν καὶ γενητὸν καὶ φθαρτὸν ἐξ αἰτίας γέγονεν ἀκινήτου μὲν κατ’ οὐσίαν, ἄλλως δὲ κινουμένης κατ’ ἐνέρ-γειαν· ἡ γὰρ ἐκεῖ διηρημένη κίνησις ἀπὸ τῆς οὐσίας ἐν-ταῦθα κινουμένην ἀπετέλεσεν οὐσίαν, διότι δή τὸ ποιοῦν καὶ κατ’ οὐσίαν ἐποίει καὶ κατ’ ἐνέργειαν, ὧν δὴ διαπλεκο-μένων ἡ μεταβολὴ τῆς οὐσίας ἔσχε τὴν πάροδον. δεῖται οὖν τὰ θνητὰ κινουμένων αἰτίων καὶ τὰ πολυμετάβολα πολλῶν· μονογενῆ γὰρ αὐτὰ διαμένειν ἀμήχανον· οὐ γὰρ ἂν εἴη γένη θνητά. δεῖ δὲ εἶναι καὶ τὸ θνητόν, πρῶτον μὲν, ἵνα πάντα ὅσα δυνατόν ἦν γενέσθαι, ταῦτα ὑποστῇ, τὰ τε ὄντα ἀεὶ καὶ τὰ μὴ ὄντα ποτέ· τούτων γὰρ ἐπέκεινα τὸ μηδαμῶς ὄν. ἔπειτα, ἵνα μὴ τὰ θεῖα τελευταῖα τῶν ὄντων ἦ καὶ τὸ ὄν· ἅπαν γὰρ τὸ γεννητικὸν τινος κρεῖττόν ἐστιν αὐτοῦ καὶ θειότερον. καὶ τρίτον ἔτι, ἵνα μὴ ἄτελὴς ὁ κόσμος ἦ μὴ πάντα περιέχων ὧν εἶχε τὰς αἰτίας τὸ