Ancient Greek
3.245.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.245.3
Unproofread scanNot analysed yet
Μιμούμενοι τὴν ἔμην δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν [41 C]. Τοῦτό ἐστι τὸ ἀχρότατον τέλος τῆς δευτέρας δημιουργίας, ἢ πρὸς τὴν μίαν καὶ ἐξηρημένην δημιουργίαν ὁμοίωσις καὶ πρὸς αὐτὴν ἐπιστροφή· δεῖ γὰρ τὰ μὲν ἀείκινητα τοῖς ἀκινήτοις, τὰ δὲ πολυμετάβολα τοῖς ἀείκινητοις ἐπεσθαι, καὶ μίαν εἶναι σειρὰν ἀεὶ τῶν δευτέρων ὁμοιουμένων πρὸς τὰ πρὸ αὐτῶν. ἐπεὶ δὲ ἐν τῷ δημιουργῷ καὶ βούλησις ἦν θεία καὶ δύναμις, τὴν μὲν βούλησιν αὐτοῖς ἐξέφηνε διὰ τῆς μαθήσεως καὶ δι’ ἐκείνης ἀπετέλεσεν αὐτῶν δημιουργικὴν τὴν βούλησιν, τὴν δὲ δύναμιν διὰ ταύτης τῆς μιμήσεως, καθ’ ἣν προστάττει τὴν δύναμιν αὐτοὺς ἐκμιμεῖσθαι τὴν τοῦ ἑνὸς δημιουργοῦ, καθ’ ἣν ἀπεγεννήθησαν ὑπ’ αὐτοῦ· τῷ γὰρ λέγειν ὁ βούλεται βούλησιν αὐτοῖς ἐνδίδωσι καὶ τῷ λέγειν ὅ δύναται δύναμιν αὐτοῖς χορηγεῖ, καὶ τέλος ἀποφαίνει δημιουργοὺς δευτέρους μιμητὰς τοῦ πατρὸς. εἴτε οὖν δύναμίς ἐστιν ἐγκόσμιος εἴτε δαιμόνων ἐνέργεια δραστήριος εἴτε ἡρώων ἀληθ καὶ ὑπερφυὴς ῥώμη, πᾶσαν ὁ δημιουργὸς ὑφίστησι καὶ ἐνδίδωσιν εἰς τοὺς συμπληροῦντας ὅλην τὴν δευτέραν δημιουργίαν· ἐστι γὰρ ἡ πρώτη δύναμις ἐν αὐτῷ καὶ ἡ τῶν δημιουργικῶν δυνάμεων μονάς. ἐπεὶ δὲ καὶ νοῦς ἐστι καὶ πατήρ, εἴθ’ ἂν ἐν αὐτῷ πάντα, ὁ πατήρ, ἢ δύναμις τοῦ πατρὸς, ὁ νοῦς ὁ πατρικός· ὥστε οὐδὲ ταύτης τῆς διαιρέσεως ὁ Πλάτων ἀνενηόητος. διὸ καὶ νῦν τὴν δύναμιν τὴν ‘ἑαυτοῦ’ προσείρηκεν ὡς πατρὸς καὶ τοῦτο δεδήλωκεν ἐπαγωγὸν τὸ περὶ τὴν ὑμετέραν γένεσιν· ταύτης γὰρ ὁ πατὴρ αἴτιος μετὰ τῆς δυνάμεως, ὥσπερ καὶ τῆς ἐνταῦθα γενέσεως ὁ πατὴρ μετὰ τοῦ Θήλεος.