Ancient Greek
3.246.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.246.1
Unproofread scanNot analysed yet
230 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 C] Καὶ καθ’ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀπὸ δίκης καὶ ὑμῖν ἐθελόντων ἐπεσθαι, σπεῖρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω [41 C]. Τῆς τῶν ζῴων ἀπάντων δημιουργίας διηρημένην εἰς τε τὴν τῶν θείων ζῴων ἀπογέννησιν καὶ τὴν τῶν θνητῶν, καὶ αὐ πάλιν τῆς τούτων γεννήσεως συμπλεκομένης ἐκ τε ἀθανάτου καὶ θνητοῦ τινος, οὐ πάσης, ἀλλ’ ἐκείνης, ἥς ἐστι καὶ τὸ λογικὸν εἶδος τῆς ζωῆς, εἴτε ἐν ἀερίοις εἴ τι τοιοῦτον εἴτε ἐν πεζοῖς εἴτε ἐν τοῖς μεταξὺ τούτων (καὶ γὰρ τὰ φυτά, ζῷα κατ’ αὐτὸν ὄντα, θνητὰ ἐστιν, οὐκ ἔχοντα ψυχὴν λογικὴν τὴν ψυχοῦσαν, ὡς αὐτὸς ἔχει [77 As] σαφῶς), πάσάν τε τὴν τῶν θείων ζῴων δημιουργίαν ὑφίστησι καθ’ ἑαυτὸν ὁ τῶν ὅλων πατὴρ καὶ τῆς τῶν θνητῶν συστάσεως τὸ λογικὸν εἶδος τῆς ζωῆς ἐν ἑκάστῳ τῶν τριῶν γενῶν θεωρούμενον· τὸ δὲ λοιπὸν ὑφίστησι μὲν, ἀλλὰ προσἐχῶς τοῖς νέοις θεοῖς παραδίδωσιν αὐτοῦ τὴν ἀπογέννησιν καὶ ἐκείνους κυρίους ἀποφαίνει τῆς θνητῆς ἀπάσης φύσεως καὶ ὅσπερ αὐτὸς παραλαβὼν προὔπιστάν ἀλλαχόθεν πᾶν ὅσον ἦν ὁρατὸν πλημμελῶς κινούμενον εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας [30 A], οὕτως ἄρα τὰ τέλη τῆς τοῦ παντὸς ποιήσεως ἄλλως παραδίδωσι τοῖς νέοις θεοῖς. παραλαμβάνων οὖν καὶ παραδιδούς μέσος ἐστὶ τοῦ τε νοητοῦ θεοῦ τοῦ κατὰ τὸ αὐτοξφον καὶ τῶν πολλῶν δημιουργῶν. τί δὴ οὖν οὐχὶ καὶ τὸ τοῖς ἀθανάτοις ὁμώνυμον ἐν ἡμῖν παραδέδωκε τοῖς ἐγκοσμίους θεοῖς γεννᾶν, εἴπερ καὶ ἀθανάτων αὐτῶν τινὲς εἰσι πατέρες, ὡς ἐκ τῆς θεογονίας μεμαθήκαμεν; ἢ ἵνα γνῶμεν, ὅτι πάντων αὐτὸς ἐστιν αἴτιος ὁ εἰς δημιουργός, εἴπερ καὶ τὰ πρῶτα τῶν ἀθανάτων αὐτὸς παρήγαγε καὶ τὰ ὁμώνυμα τοῖς ἀθανάτοις. εἰ δ’ ἤν καὶ τούτων ἐκεῖνοις ἐπιτρέψας τὴν γένεσιν, ἔδοξεν ἂν μόνων εἶναι τῶν οὐρανίων αἴτιος, τοὺς μὲν ὑπὸ σελήνην ἀπὸ τούτων παραγωγῶν, τὰς δὲ ψυχὰς ἀπὸ πάντων τούτων. ἀλλὰ μεμηχάνται διὰ τῆς τῶν ἄκρων παραγωγῆς ἐνδείξαι