Ancient Greek
3.247.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.247.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 C] τὴν πάντων τῶν ὁπωσοῦν ἀθανάτων ἀφ’ ἑνὸς τοῦ δημι-ουργοῦ γένεσιν· ὅ δὴ καὶ ἔρει προελθὼν, ὡς τῶν ἀθανά-των πάντων αὐτὸς ἐστὶ πατήρ, τῶν δὲ θνητῶν τὴν γένεσιν 310 ἄλλοις ἐπέτρεψε. ταῦτα μὲν περὶ τῆς ὅλης προθέσεως τῶνδε τῶν ῥημάτων. Ἐκ δὲ τούτων ὁρμώμενοι παρορμιασόμεθα πρὸς τοὺς Πλατωνικούς, ὅσοι τὴν ἡμετέραν ψυχὴν ἰσο-στάσιόν τε ἀποφαίνουσι τοῖς θεοῖς καὶ ὁμοούσιον ταῖς θείαις ψυχαῖς καὶ ὅσοι φασιν αὐτὴν αὐτὸν γίγνεσθαι τὸν νοῦν καὶ αὐτὸ τὸ νοητὸν καὶ αὐτὸ τὸ ἕν, ἀπολείπουσαν πάντα 10 καὶ σῦσαν κατὰ τὴν ἔνωσιν· πολλοὶ γὰρ δεῖ τοιούτων τι περὶ αὐτῆς λέγειν ὁ Πλάτων, ὅς γε ὁμάνμως ἀθάνατον αὐτὴν ἀποκαλεῖ ταῖς θείαις ψυχαῖς, καὶ οὐ παρὰ τὴν γένε-σιν τοῦτο ὑπομένειν, ἀλλὰ ταύτην εἰληχέναι τὴν ἀπὸ τοῦ δημιουργοῦ τάξιν, καὶ λέγεσθαι θείαν, ἀλλ’ οὐχ ἁπλῶς εἶναι 15 θείαν· τὸ γὰρ θεῖον προσήκει ταῖς ἀχράντοις καὶ ἀεὶ νοοῦ-σαις καὶ τὸ ἀθάνατον ταῖς πόρρω τῶν θνητῶν ἰδρυμέναις. τὸ δὲ πίπτον εἰς γένεσιν καὶ τὸ τοιαύτην οὐσίαν ἔχον καὶ δυνατόν συμμίγνεσθαι τοῖς θνητοῖς οὔτε θεῖόν ἐστιν ἁπλῶς οὔτε ἀθάνατον. καὶ δράς πάλιν ἄλλας μεσότητος καὶ τάξιν B 20 ἄλλην· τὰ μὲν γὰρ ἐστὶ πρῶτως ἀθάνατα, τὰ δὲ ἀθάνατα μέν, ἀλλὰ δευτέρως, τὰ δὲ ὁμωνύμως ἀθάνατα, τὰ δὲ θνητά· τελευτᾷ γὰρ μέχρι τούτων ἡ φύσις, ὧν ἐπέκεινα τὸ μηδα-μῶς ὄν. οὐτ’ οὖν θείαν ἁπλῶς τὴν ἡμετέραν ψυχὴν ῥητέον οὔτε ἀθάνατον, καίτοι πολλαχοῦ δέδεικται ἀθάνατος, ἀλλ’ 25 οὐ πρῶτως ἔχει τὴν ἀθανασίαν οὔδὲ δευτέρως μέν, εἰλικρι-νῶς δὲ ὑπάρχουσαν, ἀλλὰ συμμιγῇ πρὸς τὸ θνητόν. εἰς δ καὶ ἀποβλέποντες τινες θνητὴν αὐτὴν ὑπέλαβον. ἀλλὰ μὴν οὔδ’ εἰς ταῦτόν ἄξομεν τοῖς ἀχωρίστοις εἴδεσι τῆς ὕλης ἢ ταῖς ἀλόγοις ζωαῖς· ἡγεμονοῦσαν γὰρ ἔλαχε φύσιν, ὡς φησι 30 καὶ αὐτὸς ἐν τούτοις ὁ γεννήσας αὐτὴν πατήρ, διὸ κατὰ φύσιν αὐτῆς τὸ κρατεῖν τῆς ἀλόγου ζωῆς, καὶ ἕπετα δίκη καὶ θεοῖς ὡς ἐπιστρεφομένη πρὸς αὐτοὺς καὶ πληρουμένη