Ancient Greek
3.258.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.258.1
Unproofread scanNot analysed yet
242 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41D] αὐτοῖς ὑπόκειται τὰ στοιχεῖα πρὸς τὰς γεννήσεις τῶν θνητῶν ζῴων καὶ τὸν κύκλον ἀεὶ πληροῦσιν ἀπαύστως τῶν γενέσεων καὶ φθίσεων. δέχονται οὖν φθίνοντα ὅσα ἔδοσαν γιγνομένοις καὶ προστιθέασι τοῖς ὅλοις ὅσα ἀφαιροῦσι τῶν ὅλων, καὶ τοῦτο ἀπέραντον ἔχει τὴν ἀμοιβὴν διὰ τὴν ἀεικινησίαν τῶν δημιουργούντων τὰ θνητὰ θεῶν πάντων, οἷς ἐπέτρεψε τὴν δημιουργίαν ὁ πατήρ.