Ancient Greek
3.258.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.258.3
Unproofread scanNot analysed yet
Ταῦτ᾽ εἶπε [41D]. Τὴν πᾶσαν δημιουργίαν διεῖλεν εἰς τε τὴν τῶν θείων D γεννήσιν καὶ τὴν τῶν θνητῶν, καὶ τὴν μὲν τῶν θείων εἰς τε τὴν τοῦ ὅλου κόσμου τοῦ πρὸ τῶν μερῶν καὶ εἰς τὴν τῶν μεγάλων ἐν αὐτῷ καὶ ἀδίων μερῶν, καὶ ταύτην αὖ εἰς τε τὴν τῶν οὐρανίων ζῴων ἀπογέννησιν καὶ τῶν ὑπὸ σελήνην, πάλιν δὲ τὴν τῶν θνητῶν εἰς τε τὴν τοῦ ἐν αὐτοῖς θείου καὶ ἀθανάτου ποίησιν εἰς τε τὴν τοῦ θνητοῦ παντὸς πλαττομένην γένεσιν, καὶ ταύτην εἰς τε τὴν τῶν ψυχῶν καὶ τὴν τῶν σωμάτων ποίησιν, καὶ τὴν τῶν σωμάτων εἰς τε τὴν τῶν ὅλων καὶ τὴν τῶν μερῶν, οἷον κεφαλῆς, καρδίας, ἧπατος. καὶ τὴν μὲν πρώτην πᾶσαν δημιουργίαν εἰς ἑαυτὸν ὁ τῶν ὅλων δημιουργὸς ἀνεδῆσατο, τῆς δὲ δευτέρας τὸ ἀθάνατον πάλιν αὐτὸς παραγαγὼν ἐφίστησι τῇ λοιπῇ τοὺς πολλοὺς δημιουργούς· οὕτω γὰρ οἱ τῶν θνητῶν κηροπλάσται ζῴων, αὐτοὶ μὲν ἀεὶ πληρούμενοι ζωῆς, διδόντες δὲ καὶ τούτοις καθ᾽ ὅσον αὐτοῖς δέχεσθαι δυνατόν τὴν ἀφ᾽ ἑαυτῶν πρόνοιαν, καὶ πληροῦντες καὶ ταῦτα ζωῆς γενεσιουργοῦ καὶ ἐνύλου δημιουργίας· πανταχοῦ γὰρ ἀπὸ τῶν μέσων ὑφίσταται τὰ ἔσχατα, μέσα δὲ τῶν τε πρώτων ἀθανάτων καὶ τῶν θνητῶν τὰ ἀεὶ πληρούμενα τῆς ἀειγενεοῦς E ζωῆς. τὰ μὲν οὖν ἀφ᾽ ἑαυτῶν ἀθάνατα ταῖς τῶν ὑδάτων ἔοικε πηγαῖς, τὰ δὲ ἀεὶ πεπληρωμένα παρὰ τῶν πρώτων τοῖς ἀενάοις ποταμοῖς, τὰ δὲ ποτὲ μὲν ζωοποιούμενα, ποτὲ δὲ ἀπολείποντα τὴν ζωὴν τοῖς ἐκλείπουσι τῶν ποταμῶν.