Ancient Greek
3.259.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.259.3
Unproofread scanNot analysed yet
1 πληρέστατον Q 4 fort. μὲν 5 αὐτῶν om D ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 D] τοῦτο περὶ τῶν θείων παρὰ Πλάτωνι λόγων συννοεῖν, ὡς ἄρα πάντες ἢ πρὸς ψυχὰς εἰσιν ἢ περὶ ψυχῶν· ὁ μὲν ἐν Πολιτείᾳ [VIII 545 Dss X 617 D] τῶν Μουσῶν καὶ ὁ τοῦ προφήτου πρὸς ψυχάς, ὁ δὲ ἐν Συμποσίῳ [190 C] παρὰ τῷ Ἀριστοφάνει καὶ ὁ ἐν Ἀτλαντικῷ [121 C] μελλήσας ὁρθῆναι περὶ ψυχῶν, ὁ μὲν περὶ τῶν κατέναι μελλουσῶν, ὁ δὲ περὶ τῶν ἐν γενέσει στρεφομένων. καὶ εἴρηται τὸ αἴτιον, ὡς ἄρα ψυχαῖς ἔστι μάλιστα προσήκων ὁ λόγος.