Ancient Greek
3.259.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.259.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41D] πανταχοῦ δὲ τὸ πληρέστερον πληροῦν ἑφέται καὶ σπεύδει καὶ αὐτὸ γεννᾶν. ἀνάγκη ἄρα τὰ μέσα τοῖς ἑσχάτοις ἀφ’ ἑαυτῶν διδόναι τὴν πᾶροδον καὶ τὰ ἀεὶ πληρουόμενα ζωῆς τοῖς ποτὲ ζῆν δυναμένοις. ταῦτα μὲν περὶ τῆς τῶν πραγ- 5 μάτων αὐτῶν πρὸς ἄλληλα τάξεως. Τὸ δὲ ταῦτ’ εἶπε τοῦτο δὴ τὸ ἑκκείμενον κῶλον θαυμαστὴν ἑνδείξιν φέρει πρῶτον μὲν τοῦ τελείου καὶ συμπεπληρωμένου τοῖς οἰκείοις ὁροῖς· μὴ δυνάμενοι γὰρ ἐνὶ περιλαβεῖν ἡμεῖς ὀνόματι τὴν ἑνιαίαν τελειότητα τῶν θεῶν καὶ τὴν αἰώνιον ἑνέργειαν καὶ 10 τὴν ἄπειρον δύναμιν μεμερισμένως αὐτῆς ἀντιλαμβανόμεθᾳ διὰ τῶν χρονικῶν ὀνομάτων, καὶ διὰ μὲν τοῦ παρεληλυθότος τὴν τελειότητα, διὰ δὲ τοῦ παρόντος τὸ ἑνέκλειπτον σημαίνομεν. καὶ τὸ εἶπεν οὖν τῆς τελειότητος τῶν δημιουργικῶν νοήσεων ἐστὶ σύμβολον· ὡς γὰρ ἑκεῖναι παντελεῖς εἰσιν, 15 οὕτω καὶ οἱ δημιουργικοὶ λόγοι παντελεῖς εἰσιν, ἑκείνων ὄντες ἑνέργειαι προιοῦσαι εἰς τὸ πλήθος τῶν θεῶν. οὕτω F καὶ ἐν τοῖς λογίοις [or. chald. 18] αἱ ἑνέργειαι τῶν θεῶν καὶ αὐτοῦ τοῦ πατρὸς ὑπ’ αὐτῶν δηλοῦνται διὰ τοῦ εἰπεῖν, ὡς ὅταν λέγῃ· 20 εἰς τρία γὰρ νοῦς εἶπε πατρὸς <τέμνεσθαι ἄπαντα> ***αἰδίου νῷ πάντα κυβερνῶν· καὶ γὰρ οὔτε τοῦ εἶναι οὔτε τοῦ ζῆν ἐστιν ἑνέργεια τὸ εἰπεῖν, ἀλλὰ τοῦ νοεῖν. τοῦτο μὲν οὖν πρῶτον. ἑτι δὲ 25 κἀκεῖνο δηλοῖ τοῦτο τὸ ‘εἰπεῖν’, τὸ οἰκείους εἶναι τοὺς λόγους ταῖς ψυχαῖς· ταύταις γὰρ οἰκεῖον τὸ εἰπεῖν· παρὰ γὰρ τὸ ἑπος τὸ εἰπεῖν. λόγος δὲ ψυχαῖς προσῆκει καὶ τῇ τάξει τῶν ψυχῶν, καθάπερ καὶ αὐτὸς ἑλεγεὺν ἑμπροσθεν [37B] λόγον εἶναι τὸν ἑνεργοῦντα περὶ τε τὸ νοητὸν καὶ τὸ αἰσθη- 30 τόν, καὶ λέγειν ἑκάλεἰ τὸ νοεῖν. ἑτι καὶ τὸ ταῦτα προσκείμενον ἑνοῖ τὸ πλήθος τῶν νοήσεων περὶ τὴν μίαν τοῦ δημιουργοῦ νόησιν καὶ συνάγει τὰς διηρημένας τοῦ λόγου δυνάμεις ἐπὶ τὴν μονάδα τῆς πατρικῆς νοήσεως. δεῖ δὴ καὶ