Ancient Greek
3.262.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.262.1-2
Unproofread scanNot analysed yet
εἰμαρμένους νόμους, καὶ αἱ μὲν ἡγοῦμεναι πρὸς τὸ νοητόν, αἱ δὲ ἐπομένων ποτὲ λαγχάνουσαι τάξιν, καὶ αἱ μὲν θεῖαι μόνον, αἱ δὲ εἰς ἄλλοτε ἄλλην μεθιστάμεναι τάξιν, δαιμονίαν ἡρωϊκὴν ἀνθρωπίνην, καὶ αἱ μὲν ἵπποις χρώμεναι πᾶσιν ἀγαθοῖς καὶ ἐξ ἀγαθῶν, αἱ δὲ μεμιγμένοις, καὶ αἱ μὲν ταύτην ἔχουσαι τὴν ζωήν μόνην, ἣν παρὰ τῆς μιᾶς δημιουργίας εἴληφασιν, αἱ δὲ καὶ τὸ θνητὸν εἶδος τὸ προσυφαινόμενον ἀπὸ τῶν νέων θεῶν, καὶ αἱ μὲν κατὰ πάσας ἀεὶ τὰς ἑαυτῶν ἐνεργοῦσαι δυνάμεις, αἱ δὲ ἄλλοτε ἄλλας προβάλλουσαι ζωάς. ἔστωσαν μὲν οὖν αὐτῶν καὶ αὗται διαφορότητες, ἀλλὰ προηγεῖται τούτων πασῶν ἡ κατ’ οὐσίαν ἐξαλλαγὴ καὶ ἡ δημιουργικὴ διαίρεσις· ἐχώρισε γὰρ αὐτὰς τῷ χρόνῳ τῇ αἰτίᾳ τῇ προόδῳ τῷ τρόπῳ τῆς ὑποστάσεως τῇ τῶν γενῶν ὑφέσει. τούτοις οὖν ἅπασιν διαφερούσας αὐτὰς ποῖος ἔρει λόγος ὁμοουσίους ποιεῖν;