Ancient Greek
3.262.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.262.2
Unproofread scanNot analysed yet
οὐ γὰρ ποτε φύλον ὅμοιον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων· ἀλλὰ καὶ τὸ λογικὸν αὐτὸ διάφορόν ἐστιν· ἐν μὲν γὰρ θεοῖς νοερόν, ἐν δὲ ταῖς ἡμετέραις ψυχαῖς τῷ ἀλόγῳ συμμιγές, ἐν δὲ τοῖς μέσοις γένεσιν κατὰ τὴν ἑαυτοῦ μεσότητα ἀφώρισται· καὶ ἕκαστον τῶν ἄλλων θείως μὲν ἐστιν ἐν ταῖς θείαις ψυχαῖς, ἀνθρωπίνως δὲ ἐν ταῖς ἡμετέραις, οἱ λόγοι, τὸ εἶδος τῆς ζωῆς, ἡ νόησις, ὁ χρόνος. ταῦτα μὲν οὖν πρὸς τοὺς οἰομένους τὴν ἡμετέραν ψυχὴν ὁμοούσιον εἶναι τῇ τε τε τοῦ παντὸς καὶ ταῖς ἄλλαις καὶ εἶναι ἡμᾶς πάντα ἀσχέτως, πλάνητας καὶ ἀπλανεῖς καὶ τὰ ἄλλα, καθάπερ ἐκεῖνας, ὥσπερ ποῦ φησι καὶ ὁ Ἀσιναιὸς Θεόδωρος· ἡ γὰρ τοιαῦτη μεγαλορρημοσύνη πόρρω τῆς Πλάτωνός ἐστι θεωρίας.