Ancient Greek
3.273.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.273.4
Unproofread scanNot analysed yet
22 ὑπολειπόμενον D 31 καὶ ὡσαύτως p. 258, 9. 259, 28 τὴν ἐξηλλαγμένην πρόοδον· οὐ γὰρ μόνον κατὰ τὴν δημι-ουργικὴν ἐνέργειαν πρώτην καὶ δευτέραν οὔδὲ κατὰ τὴν πρὸς τὸν κρατῆρα τῆς ζωῆς ἕνωσιν ἢ διάκρισιν οὔδὲ κατὰ τὴν τῶν γενῶν ὑπεροχὴν ἢ ἕλλειψιν τὰς διαφορὰς αὐτῶν μετὰ τῆς συγγενείας ὑπέγραψεν, ἀλλὰ καὶ κατὰ τὸν τῆς 5 μίξεως τρόπον τὸν αὐτὸν ὄντα καὶ οὐ τὸν αὐτόν· οὔτε γὰρ ἢ κράσις ὁμοία τῶν γενῶν οὔτὲ ἡ τῆς ἑτερότητος ἄμιξία· πλείων γὰρ ἐπὶ τῶν μερικῶν αὐτῶ ψυχῶν. διὸ καὶ τοῖν ἵπποιν ἐν ταύταις ὁ μὲν ἀγαθός, ὁ δὲ ἐναντίος τε καὶ ἐξ ἐναντίων, ὡς εἴρηται ἐν Φαίδρῳ [246B], τῆς 10 ἑτερότητος δυναστευούσης. καὶ κατὰ τὸν τρόπον οὖν τὸ αὐτὸ δείκνυσι καὶ κατὰ τὴν ἰδιότητα τοῦ ὅλου συστήματος· γίνεται γὰρ τὰ ὅλα κρῆματα οὐκέτι ἄκηρα κατὰ ταῦ-τά καὶ ὡσαύτως, ἀλλὰ δεύτερα καὶ τρίτα· καὶ γὰρ ἐν τούτοις ὑφεσίς ἐστι καὶ τάξις. τίνα οὖν τὰ ἄκηρα 15 λέγοι ἄν; οὐ τὰ ἄπαθῆ μόνον· σμικρὸν γάρ, εἰ τούτῳ δια-φέροι τὸ θεῖον τῶν ψυχῶν γένος παρὰ τὸ μερικόν· καὶ γὰρ D τὸ τελευταῖον προσγίνεται τοῦτο τὸ πάθος μετὰ τὴν ἀπο-στροφὴν τοῦ ὄντος, μετὰ τὴν νεῦσιν, μετὰ τὴν ὀσπὴν, μετὰ τὴν πτερορρύησιν, ὥσπερ δὴ καὶ ὁ ἐν τῷ Φαίδρῳ [247B 20 246C] Σωκράτης εἴρηκε. κάλλιον οὖν τὸ ἄκηρατον λέγειν τὸ ἄτρεπτον, τὸ ἄκατακλινές, τὸ ἄμείλικτον, τὸ ἄδικτον τῆς οὐσίας εἶδος, τὸ μὴ ἐπιστρεφόμενον εἰς τὰ δεύτερα μηδὲ μεταβολὴν ἐπιδεχόμενον μηδὲ ὑφεσιν ζωῆς, τὸ πόρρω πάσης κηρὸς ἱδρυμένον, τὸ τῶν εἰμαρμένων νόμων ἐξηρημένον· 25 ταῦτα γὰρ κοινὰ ἐστι παντὶ γένει ψυχῶν ἀεὶ τῆς γενέσεως ὑπερανέχοντι. τὰ δὲ ἐναντία τούτων ἐφαρμόζει ταῖς εἰς γένεσιν κατιέναι δυναμέναις, τὸ μεταβάλλειν τὴν ζωὴν ἀπὸ νοήσεως εἰς πρᾶξιν, τὸ ὑπὸ τὴν εἰμαρμένην τελεῖν ποτε, τὸ συμμίγνυσθαι τοῖς ἐπικήροις πράγμασιν. οὔτὲ οὖν κατὰ 30 ταῦτά ταύταις ὑπάρχει τὸ ἄκίνητον, εἴπερ ποτὲ καὶ εἰς γέ-νεσιν χωροῦσιν, οὔτὲ ὅτε ὑπάρχει, ὡσαύτως ὑπάρχει· τὸ γὰρ ἀεὶ νοοῦν κρεῖττον τοῦ ποτὲ τῆς οἰκείας ἀφισταμένου νοή-