Ancient Greek
3.274.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.274.2
Unproofread scanNot analysed yet
2 τὴν πρώτην καὶ δ. 5 7 κράσις ll. 22 quidni ἄκλι- ὑπάρχει om D σεως. ἐπειδὴ δὲ καὶ ἐν ταύταις ταῖς ψυχαῖς τάξις ἐστὶ καὶ αἱ μὲν ἄχραντοί εἰσιν, ὀλιγάκις προσομιλοῦσαι τῇ γενέσει καὶ τῆς ἑαυτῶν ἀφιστάμεναι τάξεως, αἱ δὲ παντοίους ἐγκυλινδοῦνται πάθεσι καὶ τὰς μυριετέῖς πλανῶνται περιόδους, καὶ τούτων διαφορὰν ὑπέδειξεν εἰπὼν· ἄλλὰ δεύτερα καὶ τρίτα· τῶν γὰρ ἀεὶ μενόντων ἄνω καὶ ἀκακώτων πλεῖστον ἀφίσταται τὰ καὶ κατιόντα καὶ κακυνόμενα, μέσα δὲ ἐστὶ τὰ κατιόντα μὲν, οὐ κακυνόμενα δέ· τὸ δὲ ἐμπαλιν οὐ θέμις, τὸ κακύνεσθαι μὲν, ἄνω δὲ μένειν· τὸ γὰρ κακὸν ἐν θεοῖς οὐκ ἔστιν, ἀλλ’ ἐν τῷ θνητῷ τόπῳ καὶ τοῖς ἐνύλοις πράγμασι. πάλιν οὖν ἐκ τούτων ἀναφαίνεται πρῶτιστον μὲν γένος ψυχῶν τὸ θεῖον (πανταχοῦ γὰρ ἡγεμονοῦσαν ἔχει τάξιν τὸ θεότητος δεκτικόν, ἐν οὐσίαις ἐν νοῖς ἐν ψυχαῖς ἐν σώμασι)· δεύτερον τὸ ἀεὶ συνεπόμενον θεοῖς (δεῖ γὰρ πρὸ τῶν ποτὲ ἐπομένων εἶναι τὸ ἀεὶ συννημένον αὐτοῖς, ἵνα διὰ τούτου καὶ τὰ ἀφιστάμενά ποτε πάλιν ἀνακαλῆται πρὸς αὐτούς)· τρίτον τὸ κατιὸν μὲν εἰς γένεσιν, ἄχράντως δὲ κατιόν, καὶ ὑφειμένην μὲν ζωὴν ἀντὶ θειοτέρας ἀλλασσόμενον, κακίας δὲ καὶ παθῶν ἐξηρημένον (τοῦτο γὰρ συνεχὲς τῷ ἀεὶ ἄνω καὶ ἀεὶ ἄχράντῳ γένει τῶν ψυχῶν). τέταρτον δὲ καὶ τελευταῖον τὸ πολυπλανὲς καὶ μέχρι τοῦ Ταρτάρου κατιὸν καὶ αὐθὶς ἀνεγειρόμενον παντοῖά τε εἴδη ζωῆς ἀνελίττον ἡθεσὶ τε χρώμενον ποικίλοις καὶ πάθεσιν ἄλλοτε ἄλλοις καὶ μορφὰς ζώων ἀλλασσόμενον πολνειδεῖς, δαιμονίας ἀνθρωπίνας ἀλόγους, κατευθυνόμενον δ’ οὖν ὅμως ὑπὸ τῆς Δίκης καὶ εἰς οὐρανὸν ἀπὸ γῆς ἀνατρέχον καὶ εἰς νοῦν ἀπὸ τῆς ὕλης περιεγόμενον κατὰ δὴ τινὰς τεταγμένας τῶν ὅλων περιόδους. τὸ δ’ οὖν ‘μηκέτι <ἄκηρατα> κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως γενέσθαι’ σημαίνει τὸ μὴ μὲν ἄκηρατον τῶν μερικῶν ψυχῶν, οἷον κατὰ μόνην τὴν οὐσίαν, μὴ δὲ οὐκ ἄκηρατον, οἷον κατὰ τὰς ἐνεργείας κηρῶν παντοίων ἀναπιπλαμένας καὶ τοῖς ἐπικήροις τῶν ὄντων συμφερομένας, καὶ τὸ μηδὲ