Ancient Greek
3.282.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.282.1-2
Unproofread scanNot analysed yet
ψυχαῖς. εἰ δὴ δεῖ καὶ τοῖς πράγμασιν ἐπεσθαι καὶ τῇ παρα- δόσει τοῦ Πλάτωνος, ἄλλο μὲν τι τὴν φύσιν ζητεῖν τὴν ὑπὸ τοῦ δημιουργοῦ δεικνυμένην, ἄλλο δὲ τὸ ἄστρον, ὑφ’ ὃ τέτακται ἡ ψυχὴ καὶ τοῦτο ἄσωματον, ἄλλο δὲ τὸ ὄχημα τοῦτο τὸ ταῖς ψυχαῖς ὑπηρετούμενον, καὶ ἐμβιβαζομένας μὲν αὐτὰς εἰς ὄχημα πολίτιδας γίγνεσθαι τοῦ παντὸς καὶ προῖἐναι εἰς τὸν κόσμον καὶ ὑποτάττεσθαι τῷ ὅλῳ κόσμῳ, τοῖς δὲ ἄστοις συνδιηγήσθαι τὰς ψυχὰς ὡς ψυχὰς ἄσωμάτως, τὴν δὲ φύσιν θεωροῦσας πᾶσαν τὴν κοσμικὴν τάξιν ὁρῶν, αὐτὰς μὲν ὑπὲρ τὴν φύσιν τοῦ κόσμου τεταγμένας, τὸν δὲ οἶκειον αὐτῶν κλῆρον ἐγκόσμιον λαχοῦσας· καὶ γὰρ πρῶτον ὑπέστησαν, εἶτα διενεμήθησαν περὶ τὰς θείας ἡγεμονίας, καὶ οὕτως ἐκ τριτῶν ὀχήμασί τε ἐπέβησαν καὶ τὴν φύσιν ἐθεώρησαν καὶ τῶν εἰμαρμένων νόμων ἐπήκουσαν. ἐξ ὧν ῥᾴδιον συνιδεῖν, ὅτι καὶ κατὰ Πλάτωνα χρείττους εἰσὶν εἰμαρμένης αἱ ψυχαὶ κατὰ τὴν ἀκροτάτην ἑαυτῶν ζωήν· τοῦτο γὰρ αὐταῖς κατὰ φύσιν, ὁ δίδωσιν αὐταῖς ὁ τῶν ὅλων πατήρ. διὸ καὶ νοῆσαι τὰ ἔργα τοῦ πατρὸς μοίρης †εἰμαρμένης τὸ πτερόν φεύγουσιν ἀναιδές, ὡς φησι τὸ λόγιον [or. chald. 54]. ἐν δὲ θεῶ κείνται πυρσοὺς ἕλκουσαι ἀκμαίους ἐκ πατρόθεν κατιόντας, ἀφ’ ὧν ψυχὴ κατιόντων ἐμπυρίων δρέπεται καρπῶν ψυχοτρόφον ἄνθος. τί οὖν ἂν εἴη τὸ ὄχημα τῆς ψυχῆς καὶ πῶς ἐμβιβάζει τὰς ψυχὰς ὁ δημιουργὸς εἰς αὐτό; δεῖ μὲν οὖν νοεῖν, ὡς εἰώθασι λέγειν καὶ οἱ περὶ τὸν μέγαν Ἰάμβλιχον, ὡς καὶ ἀπὸ παντὸς τοῦ αἰθέρος γονίμην ἔχοντος δύναμιν τὴν τῶν ὀχημάτων τῶν ψυχικῶν ἀπογεννωμένην σύστασιν, οὔτε ἐλαττουμένων τῶν θείων σωμάτων οὔτε συμπεφορημένως τούτων ὑφισταμένων, ἀλλὰ κατὰ τὰς ζωὰς τὰς θείας προῖὄντων καὶ μορφουμένων τῶν μερικῶν πνευμάτων. δεῖ δὲ προσεννοεῖν ἀληθέστερον καὶ τὴν ἀπὸ τῶν δημιουργικῶν