Ancient Greek
3.283.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.283.1
Unproofread scanNot analysed yet
αἰτιῶν προοἰοῦσαν ἀπεργασίαν· ὑφίστησι γὰρ αὐτὰ καὶ ὁ τῆς σωματικῆς ἀπάσης ὑποστάσεως ποιητής, ὁ τοῖς θεοῖς τὰς ἕδρας ἐν τῷ κόσμῳ προευτρεπίζων (οὕτος γὰρ ὑποδέχεται καὶ τὰς ψυχὰς ἀπὸ τοῦ νοητοῦ στέλλομένας εἰς τὸν κόσμον καὶ δίδωσιν οἴκους ἄλλους ἄλλαις), ὑφίστησι δὲ καὶ αὐτὸς ὁ δημιουργὸς τοῦ παντὸς καὶ πρῶτος οὗτος. διὸ καὶ νῦν αὐτὰς εἰς τὰ ὀχήματα ἐμβιβάζει, δῆλον ὅτι τὸ ὄχημα παραγαγών· οὐ γὰρ ἦν ἐν τοῖς προειρημένοις τοῦτο πλασθέν, ἀλλ’ αὐτὸς ὁ δημιουργὸς καὶ τοῦτο μετὰ τῶν ὅλων ὑποστησας ἐμβιβάζει τὰς ψυχὰς καὶ δίδωσιν αὐταῖς τὴν ἀρχὴν τῶν οἰκείων ὀργάνων· καὶ γὰρ ζώων ἐστὶ δημιουργὸς καὶ πληρωμάτων τοῦ παντός· ὥστε οὐ μόνας ἂν παράγοι τὰς ψυχὰς, ἀλλὰ μετὰ ὀχημάτων οἰκείων. καὶ τὸ θαυμαστὸν ὄντως καὶ ἀπόρρητον τῆς Πλάτωνος διανοίας θέαμα, τὸ μὴ λαβόντα τὸν δημιουργὸν ἀπὸ τῶν ἤδη παρηγμένων ὁλοτήτων πλάσαι τὰ ὀχήματα ταῦτα, καθάπερ οὔδὲ τὰ τῶν πλανήτων οὔδὲ τὰ τῶν ἀπλανῶν, ἀλλ’ αὐτὸν φάναι καὶ ταῦτα ποιῆσαι τῶν νέων θεῶν μόρια δανειζομένων καὶ ἐξ ἐκείνων τὰ σώματα συμπηγνύντων, τοῦτο δ’ οὖν τεκμήριον ἔναργὲς τοῦ καὶ τούτων ἕκαστον τῶν ὀχημάτων αὐτοσυστατὸν πῶς εἶναι καὶ μὴ κατὰ ἀφαίρεσιν ἄλλων δεδημιουργημένον, ἵνα μὴ καὶ ἀναχύσεως δέηται τῆς εἰς ἄλλο πάλιν· πᾶν γὰρ τὸ κατὰ ἀποτομὴν ἄλλων ὑφιστάμενον σὺν ἐλαττώσει τοῦ ὅλου πάντως ἀποτεμνόμενον ἀνάγκη τῷ ὅλῳ πάντως ἀποδίδοσθαι· μένειν γὰρ δεῖ τὸ ὅλον ἀεὶ ὅλον ἕκαστον ὄν, διὸ καὶ αἰδίόν ἐστι πᾶν τὸ τοιοῦτον ὄχημα τῆς ψυχῆς καὶ ἀεὶ τὸ αὐτὸ τῆς αὐτῆς ἐξήρτηται· πέφυκε γὰρ οὕτως ἕκαστον, ὡς ὑπὸ τοῦ δημιουργοῦ γέγονε· καὶ πῶς γὰρ ἂν ἔτι τὴν ψυχὴν ἐγκόσμιον φυλάττοιμεν τὸ ὄχημα φθεῖροντες; οὐ γὰρ μηδὲν ἐστὶν ἐν τῷ παντί, τοῦτο πῶς ἔτι λέγειν ἐγκόσμιον δυνατόν; εἴτε γὰρ κρείττους εἶεν τῆς μετὰ τῶν ὀχημάτων ζωῆς, ἔσονται κρείττους καὶ αὐτῶν τῶν θείων ψυχῶν, εἴτε καταδεέστεραι, πῶς γενομένας αὐτὰς εὐθὺς ὁ δημιουργὸς εἰσοικίζει, καθάπερ