Ancient Greek
3.284.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.284.1-2
Unproofread scanNot analysed yet
λέγεται νῦν, εἰς αὐτά· πῶς δὲ καὶ ἐν ᾍδου χρώμεναι καὶ ἐν οὐρανῷ τοῖς ὀχήμασιν οὐχὶ ἀιδίως αὐτῶν ἔχουσιν ἐξηρτημένα ταῦτα τὰ σώματα; δηλοῖ δὲ τὸ μὲν ὁ ἐν Φαίδωνι [113D] λέγων Σωκράτης ἀναβάσας ὃ δὴ αὐταῖς ὀχήματά ἐστι, πορεύεσθαι εἰς τὸν Ἄχεροντα, τὸ δὲ ὁ ἐν Φαίδρῳ [247B], ἥ δὴ τὰ μὲν θεῶν ὄχηματα ἰσορρόπως εὐήνια ὄντα πορεύεται, τὰ δὲ ἄλλα μόγις, περὶ τῶν συνεπομένων τοῖς θεοῖς. τοῦτο μὲν οὖν καὶ δι’ ἄλλων ἀποδείκνυται λόγων καὶ εἴρηται καὶ πρότερον [p. 235, 21 ss] ταῦτα σαφῶς ἡμῖν, ὑπέμνησται δὲ καὶ νῦν. ἔξεστι δὲ καὶ ἐκ τούτου θεάσασθαι τὴν διαφορὰν τῶν τε μερικῶν ψυχῶν καὶ τῶν θείων· ἐπ’ ἐκείνων μὲν γὰρ τὰ σώματα ἐνετίθεται ταῖς ψυχαῖς ὡς περιεχόμενα πανταχόθεν ὑπ’ αὐτῶν, οὐκ ἐπιστρεφομένων πρὸς τὰ διοικούμενα, μιᾷ δὲ καὶ ἀτρέπτῳ νοήσει χρωμένων, ἐπὶ δὲ τούτων ἐμβιβάζει τὰς ψυχὰς εἰς τὰ ὄχηματα· πεφυκασί γὰρ αὐταὶ καὶ κρατεῖσθαι πολλάκισ ὑπὸ τῶν σωμάτων καὶ ἐπιστρέφειν εἰς τὰ διοικούμενα, ὥστε καὶ αὐταὶ μέρη γίγνονται τοῦ παντός, ὥσπερ τὰ ὀχήματα αὐτῶν, καὶ δουλεύουσι τοῖς εἱμαρμένοις νόμοις καὶ οὐκέτι καθαρῶς διαζῶσιν ὑπὸ τῷ θείῳ φωτὶ τῆς προνοίας. περὶ μὲν οὖν τοῦ ὀχήματος τῆς ψυχῆς τοσαῦτα. Ἄξιον δὲ κάκεῖνο πάλιν ἀναμνήσαι μετὰ δή τινος ἀκριβεστέρας τῶν πολλάκις ὀηθέντων ἐπιστάσεως, ἐπειδή τὴν ἡμετέραν ψυχήν, ὡς καὶ πᾶσαν, εἶναι καὶ αὐτὴν φαμεν μέσην τῆς ἀμερίστου καὶ τῆς μεριστῆς γιγνομένης περὶ τοῖς σώμασιν οὐσίας, καὶ ἔχομεν ταύτην ἐναργῶς· ἐξηρτήται γὰρ αὐτῆς ὄχημα συμφυές, ἔχον οἰκεῖαν ζωήν, ὡς καὶ τῶν θείων ψυχῶν καὶ δαιμονίων, καὶ αὕτη ἐστὶν ἡ μερικὴ οὐσία, ἥς ἡ ψυχὴ τὸ παράδειγμα προεῖληφε τῆς μὲν αἰσθήσεως τὴν δόξαν, τῆς δὲ ὀρέξεως τῆς ἐν τῷ οἰκείῳ ὀχήματι, καθ’ ἣν ὥδι κινεῖται ἢ ὥδι καὶ ὀρμᾷ, τὴν ἑαυτῆς δύναμιν προαιρετικὴν προστησαμένη παράδειγμα· τὰ γὰρ ἐν αὐτῇ μεριστὰ ταῦτά ἐστι προσ-