Ancient Greek
3.285.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.285.4
Unproofread scanNot analysed yet
18 αὐτῆς ll. 28 αὐτὰς —29 πλέον om D πλέον δὲ ἡνωσθαι ταῖς ὑπὲρ αὐτὰς ἀμερίστοις οὐσίαις, ὧν ἐξήτηνται συμφυῶς, ἐν ψυχαῖς νοερὰν προστησάμεναι τάξιν. καὶ ἔοικεν ὁ καθ’ ἕκαστον δαίμονα νοῦς ὡς μὲν ὅλος καὶ εἰς τοῦ δαίμονος εἶναι τοῦ προσεχῶς αὐτοῦ μετέχοντος, περιέχειν δὲ καὶ τὸν ἀριθμὸν τῶν ὑπ’ ἐκείνων οὐσῶν ψυχῶν καὶ τὰ παραδείγματα αὐτοῦ τὰ νοερὰ. ἑκάστη οὖν ἀμέριστον ἂν ἔχοι οὐσίαν τὸ οἰκεῖον αὐτῆς ἐν ἐκείνῳ παράδειγμα καὶ οὐχ ἁπλῶς τὸν ὅλον νοῦν, ὥσπερ καὶ ὁ κατ’ οὐσίαν αὐτῆς ἡγούμενος δαίμων. ὡς οὖν ἀκριβέστερον ἀφορίζεισθαι λέγομεν εἶναι τὸ ἀμέριστον ἑκάστης ὑπὲρ αὐτὴν τὸ εἶδος αὐτῆς, ὃ δὴ περιέχεται ἐν τῷ ἐνὶ νῷ τῷ τὴν ἡγεμονίαν τῆς δαιμονίας σειρᾶς, ὑφ’ ἣν ἑκάστη τέτακται, λαχόντι. καὶ οὕτως ἄμφω ἀληθῆ, καὶ μόνον τῶν ἀεὶ ἄνω οὐσῶν ὑπεριδρύσθαι νοῦν ἑκάστης καὶ πᾶσαν εἶναι μέσην τοῦ ὑπὲρ αὐτὴν ἀμεροῦς καὶ τοῦ μετ’ αὐτὴν μεριστοῦ. τοσαῦτα καὶ περὶ τούτων. πῶς δὲ τὴν τοῦ παντὸς φύσιν δείκνυσιν αὐταῖς ὁ δημιουργός; <ἢ> εἰς τὸν κόσμον ἐπιστρέφων αὐτὰς καὶ τοὺς ἐν τῇ φύσει λόγους θεωρεῖν παρασκευάζων; ἀλλὰ τοῦτο χείρους αὐτὰς ἔστι ποιεῖν καὶ ἐπιστρέφειν ἀπὸ τῶν χωριστῶν λόγων εἰς τοὺς ἀχωρίστους τῶν αἰσθητῶν· ὁ δὲ δημιουργὸς τοῦναντίον ἐπὶ τὸ νοητὸν ἄνγει τὰς ψυχὰς καὶ ἐπιστρέφει πρὸς ἑαυτὸν καὶ χωρίζει τῆς ὕλης καὶ πληροῖ δυνάμεων θείων καὶ νοήσεων δημιουργικῶν. μήποτε οὖν ἐν ἑαυτῷ τὴν αἰτίαν τῆς φύσεως ἔχων εἰς ἑαυτὸν ἐπιστρέφει τὰς ψυχάς· καὶ γὰρ πᾶς ὁ δείκνυς βλέπει πάντως ὁ δείκνυσιν· ὥστε καὶ ὁ δημιουργός, εἰ δείκνυσιν ταῖς ψυχαῖς τὴν φύσιν, βλέπει τὴν φύσιν. βλέπει δὲ εἰς τὰ πρὸ αὐτοῦ μόνως καὶ εἰς ἑαυτόν. ἐν ἑαυτῷ ἄρα καὶ πάντων [γὰρ] ἔχει τὰς ἐνιαίας ἀρχὰς καὶ δυνάμεις ἐν ἑαυτῷ προεστήσατο τῆς ἀπογεννήσεως τῶν τε ἄλλων καὶ τῆς φύσεως, καὶ ὥσπερ τὰ σώματα προεἴληφεν ἀσωμάτως, οὕτω περιέχει καὶ τὴν φύσιν ὑπερφυῶς. ταῦτα μὲν οὖν ὀρθῶς