Ancient Greek
3.286.2 to 3.287.30
Proclus Phil., In Platonis Timaeum Commentaria 3.286.2-3.287.30
Unproofread scanNot analysed yet
6 αὐτοῦ D 5 :αὐτὰ Q :an αὐτῶν? 7 αὐτῆς ll. 9 -γούμενος δαίμων om D in fenestra 13s ἄνω οὐσῶν 5 :ἄνοσυν-σῶν Q :ἄνοσῶν D 28 αὐτοῦ ll. 31 οὕτω Q 5 :οὕτω καὶ D λέγεται. δεῖ δὲ καὶ ἄλλως λέγειν, οὐ φιλοσόφως μόνον ἰδέαν ἐν τῷ δημιουργῷ τιθέντας, ἀλλὰ καὶ, ὡς οἱ θεολόγοι διδάσκουσι, τὴν φύσιν πρῶτως θεωρεῖν ἐν τῇ ζωογόνῳ θεό- τητι νοερῶς προϋπάρχουσαν· ἐκεῖθεν γὰρ ἀπαιρουμένη κατευθύνει καὶ τόνδε τὸν ἐμφανῆ κόσμον, τοὺς μὲν ἐνύλους λόγους τοῖς ἀύλοις ἀφομοιοῦσα, τὰς δὲ σωματικὰς κινήσεις εἰς τὰς πρωτουργοὺς ἀναφέρουσα, τὴν δὲ ἐγκόσμιον τάξιν τῆς νοερᾶς εὐταξίας ἐξάπτουσα. πρῶτως οὖν ἐστὶν ἐν τοῖς νώτοις τῆς ζωογόνου θεᾶς, ὥσπερ τὰ λόγια [or. chald. 29] φησι· νώτοις δ’ ἄμφι θεᾶς φύσις ἄπλετος ἥρρηται. πρόεισι δὲ ἐκεῖθεν καὶ εἰς τὸν δημιουργικὸν νοῦν, καὶ δεῖ τὰς ψυχὰς τὰς πηγὰς καὶ τὰς δίξας τῆς φύσεως ἰδεῖν, ἵνα δὴ καὶ τὴν ἑαυτῶν ἀξίαν θεάσωνται καὶ τὴν ὅλην τάξιν, ὅθεν ἐξήρτηνται, καὶ ἐκείνης ἔχόμεναι θεωρῶσι τὸ πᾶν· ἐμβλέψασαι γὰρ εἰς αὐτὴν ταύτην τὴν φύσιν ἑαυτὰς εἰμαρμένη συντάπτουσιν. ὥσπερ οὖν αὐτὸς ὁ δημιουργὸς τῷ προειληφέναι τὸ παράδειγμα τῆς φύσεως κατευθύνει τὸ πᾶν, οὕτω βούλεται καὶ τὰς ψυχὰς εἰς τὴν πρωτίστην καὶ νοερὰν αἰτίαν τῆς φύσεως ὁράσας μετεωροπολεῖν τε καὶ τὸν κόσμον ἅπαντα διοικεῖν· αὕτη γὰρ ἡ ἀκροτάτη λῆξις τῶν ψυχῶν. τὴν οὖν φύσιν δείκνυσι ταῖς ψυχαῖς ἐκείνην τὴν πηγαίαν καὶ ἐν τῇ ὅλῃ ζωογόνῳ θεᾷ προϋπάρ- χουσαν κατὰ τὴν θεῶν αὐτῶν φήμην, ἣν τοῖς ἑαυτῶν μύσταις παρέδοσαν. ἐπειδή δὲ καὶ δευτέρας καὶ τρίτας ἔχουσι ζωάς, δίδωσι καὶ τούτων αὐταῖς τοὺς λόγους ὁ δημι- ουργός· Νόμους τε τοὺς εἰμαρμένους εἶπεν αὐταῖς [41 E]. Ὅτι μὲν δευτέρα τίς ἐστιν αὕτη τοῦ δημιουργοῦ δημι- γορία πάλιν εἰς ψυχὰς προϊοῦσα διὰ λόγων ψυχαῖς ἐμπρε- πόντων, δῆλον· οὐ μὴν ἀλλ’ ἢ μὲν προτέρα πεποίηται αὐτόθεν τοῦ δημιουργοῦ πρὸς τοὺς νέους θεοὺς λέγοντος θεοὶ