Ancient Greek
3.288.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.288.1
Unproofread scanNot analysed yet
θεῶν, αὐτὴ δὲ διηγήσει ἔοικεν ὧν εἶπεν ἐκεῖ πρὸς τὰς ψυχὰς λόγων, ἔνδειξιν ἔχουσα τοῦ τὸν δημιουργὸν πληροῦν μὲν καὶ ταύτας λόγων, ἀλλ’ οὐκ αὐτόθεν, ὡς τοὺς νέους θεούς, καὶ ὁ σκοπὸς ὅπου μὲν λόγων προνοητικῶν ἐκφανσιν, E ὅπου δὲ εἱμαρμένων νόμων περιέχει. τούτων δὲ προειλημμένων ἐπὶ τὰ πράγματα μεταβάντες λέγομεν, ὅτι τὴν εἱμαρμένην οὔτε τὴν μερικὴν φύσιν ὀφτέον, ὡς τινες ἐκ τοῦ Περιπάτου λέγουσι, καθάπερ Ἀλέξανδρος (ἀσθενὴς γὰρ αὐτὴ καὶ οὐκ αἰδίος, τὸ δὲ τῆς εἱμαρμένης κράτος <ὡς> πάμμεγά τι καὶ ἄραρὸς ἀπὸ τῶν κοινῶν ἐννοιῶν προειλήφαμεν), οὔτε τὴν τάξιν τῶν κοσμικῶν περιόδων, ὡς Ἀριστοτέλης που λέγει, τὴν παρὰ τὴν τάξιν αὔξησιν παρ’ εἱμαρμένην ἀποκαλῶν, ὡς †ἂν εἱμαρμένης ὑφέστηκε (καὶ ἄλλο μὲν τὸ τῆς τάξεως αἴτιον, ἄλλο δὲ ἡ τάξις), οὔτε τὴν ἐν σχέσει ψυχήν, ὡς Θεόδωρος (οὔδὲ γὰρ ἐστὶ τὴν ἀρχὴν τοιούτον ζωῆς εἶδος ἐν τοῖς ὅλοις), οὔτε τὴν φύσιν ἁπλῶς, ὡς Πορφύριος (πολλὰ γὰρ καὶ ὑπερφυσὴ καὶ ἔξω τῆς φύσεως γίνεται παρὰ τῆς εἱμαρμένης, οἷον εὐγένειαι δόξαι πλοῦτοι· ποῖαι γὰρ φυσικαὶ κινήσεις φέροιντο ἂν τὴν τούτων αἰτίαν;) ,οὔτε ὁ νοῦς τοῦ παντός, ὡς που φησι πάλιν Ἀριστοτέλης, εἴπερ ἐκείνου τὸ Περὶ κόσμου βιβλίον· ὁ γὰρ νοῦς ἀθρόως πάντα ποιεῖ ἃ ποιεῖ καὶ οὐδὲν δεῖται τῆς κατὰ τινὰ περίοδον καὶ συνεχῇ καὶ εὐτάκτον εἰρμὸν F προιοῦσης διοικήσεως, τοῦτο δὲ εἱμαρμένης ἴδιον, ὁ τῶν πολλῶν αἰτίων εἰρμός, ἡ τάξις, ἡ περιοδικὴ ποίησις. ἀλλ’ εἰ δεῖ τὸ ὅλον αὐτῆς εἶδος συντόμως περιλαβεῖν, φύσιν μὲν αὐτὴν κατὰ τὸ ὑποκείμενον ὀφτέον, ἐνθεον δὲ καὶ πεπληρωμένην ἐλλάμψεων θείων, νοερῶν, ψυχικῶν· τελεῖ γὰρ εἰς αὐτὴν καὶ θεῶν τάξις τῶν μοιργετῶν καλουμένων καὶ