Ancient Greek
3.289.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.289.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 E] τὰ κρεῖττονα γένῃ· δίδωσι γὰρ καὶ ταῦτα δυνάμεις ἀφ’ ἑαυτῶν εἰς τὴν μίαν ζωὴν αὐτῆς· καὶ πάσας ταύτας τὰς δόσεις καὶ τὰ πληρώματα πάντα συνάγει καὶ ἓν οἷ καὶ μίαν ἀποφαίνει δύναμιν ὁ τῶν ὅλων δημιουργός· εἰ γὰρ καὶ τὰ 5 σώματα τὰ ἐμφανῆ πεπλήρωται δυνάμεων, πολλῷ πρότερον ἡ ὅλη φύσις ἐνθεός ἐστι, καὶ εἰ ὁ σύμπας κόσμος ὁ φαινόμενος εἷς ἐστι, πολλῷ μᾶλλον ἡ πᾶσα τῆς εἰμαρμένης οὐσία μία ἐστὶ καὶ ἐκ πολλῶν αἰτίων συμπεπληρωμένην ἔχει τὴν 10 σύστασιν· ἐξηρτημένη γὰρ ἀπὸ τῆς τῶν θεῶν προνοίας καὶ τῆς δημιουργικῆς ἀγαθότητος ὑπ’ ἐκείνης ἐνοποιεῖται καὶ κατευθύνεται, λόγος οὖσα ἐκ λόγων καὶ μία δύναμις πολυεἰδὴς καὶ θεία ζωὴ καὶ τάξις ἢ πρὸ τῶν τεταγμένων. διὸ καὶ οἱ παλαιοὶ πρὸς τὸ ποικίλον αὐτῆς τοῦτο καὶ πολύμορφον ἀποβλέψαντες ἐπ’ ἄλλας ἄλλοι δόξας ἠρέχθησαν, οἱ 15 μὲν θεὸν αὐτὴν εἰπόντες διὰ τὸ ἐνθεον αὐτῆς, οἱ δὲ δαίμονα διὰ τὸ δραστήριον ἄμα καὶ τὸ πολυειδὲς τῆς ποιήσεως εἶδος, οἱ δὲ νοῦν, διότι καὶ νοῦ τις καθῆκει μετάδοσις εἰς αὐτήν, οἱ δὲ τάξιν, ὡς πᾶν τὸ τεταγμένον ὑπ’ αὐτῆς ἀφανῶς περιέχουσαν. μόνος δὲ ὁ Πλάτων τὴν οὐσίαν αὐτῆς 20 ἐθεώρησε, φύσιν μὲν αὐτὴν εἰπών, ἐξημμένην δὲ τοῦ δημιουργοῦ· πῶς γὰρ ἄλλως δείκνυσι τὴν φύσιν ὁ δημιουργὸς ἢ ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχων αὐτῆς; πῶς δὲ τοὺς εἰμαρμένους νόμους λέγει μετὰ τὸ δεῖξαι τὴν τοῦ παντὸς φύσιν ἢ τὴν μίαν συνοχὴν τῶν νόμων τούτων τὴν φύσιν 25 ὑποστησάμενος; ἐτὶ δὲ σαφέστερον ἐν τῷ Πολιτικῷ [272 E] τὴν δευτέραν τοῦ παντὸς ζωὴν ἐξάπτει τῆς εἰμαρμένης μετὰ τὸν χωρισμὸν τοῦ τε ἑνὸς δαίμονος ἀπ’ αὐτοῦ τοῦ κυβερνῶντος αὐτὸν καὶ τῶν πολλῶν δαιμόνων τῷ ἐνὶ ἐκεῖνῳ συνεπομένων, δι’ ὧν πᾶσαν τὴν περὶ αὐτῶν πρόνοιαν ἀφί- 30 στήσειν ἀπ’ αὐτοῦ καὶ ἀπολείπει μόνην τὴν καθ’ εἰμαρμένην διοίκησιν, ἀεὶ τοῦ κόσμου τὴν συναμφότεραν ἔχοντος, τοῦ δὲ μύθου χωρίσαντος ἀπὸ τῆς δευτέρας τὴν προτέραν· τὸν