Ancient Greek
3.289.3 to 3.290.7
Proclus Phil., In Platonis Timaeum Commentaria 3.289.3-3.290.7
Unproofread scanNot analysed yet
8 ἐκ τῶν πολλῶν D 12 πρὸ τῶν Q :τῶν πρὸ τῶν D :τῶν προ- 5 22 ἐν αὐτῷ D 24 συνοχὴν —25 σαφέστερον 274 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 E] δὴν λέγων, ὅτι ταύτην εἱμαρμένην νόμιζε, τὴν προσεχῶς κινουῦσαν τὸ αἰσθητόν, ἐξηρημένην τῆς ἀφανοῦς προνοίας τῶν θεῶν· πρὸ γὰρ ταύτης τὴν Ἀνάγκην ὑποστησάμενος, τὴν μητέρα τῶν Μοιρῶν, ὑπὸ τοῖς γόνασιν αὐτῆς στρέφει κόσμον, ὡς αὐτὸς ἐν Πολιτείᾳ [X 617Bs] φησί. καὶ εἰ με δεῖ τοῦμόν εἰπεῖν, τρεῖς ταύτας τάξεως αἰτίας ἐφεξῆς ἀλλήλαις ὁ Πλάτων τίθησιν, Ἀδράστειαν, Ἀνάγκην, Εἱμαρμένην, τὴν νοερὰν, τὴν ὑπερκόσμιον, τὴν ἐγκόσμιον· καὶ γὰρ ὁ δημιουργός, ὡς ὁ Ὄφρείς [frg. 110] φησι, τρέφεται μὲν ἀπὸ τῆς Ἀδράστειας, σύνεστι δὲ τῇ Ἀνάγκῃ, γεννᾷ γὰρ κόσμον, φησίν, ἀνέστρεφεν εἱμαρμένη τε καὶ σύμφῦτος ἐπιθυμία, καθάπερ καὶ τὰ λόγια [or. chald. 36] δὲ τὴν Εἱμαρμένην. καὶ ὥσπερ ἡ Ἀδράστεια τῶν θείων ἦν περιεκτικὴ θεσμῶν καὶ τῶν παντοίων νόμων συναγωγός, οὕτω δὴ καὶ ἡ Εἱμαρμένη πάντων ἐστὶ περιεκτικὴ τῶν ἐγκοσμίων νόμων, οὓς καὶ νῦν ὁ δημιουργὸς ἐγγράφει ταῖς ψυχαῖς, ἵνα καὶ αὐτὰς ἄγωσι μετὰ τῶν ὅλων καὶ ἀφορίζωσι τὸ πρέπον ἑαυταῖς κατὰ τὰς διαφόρους αἱρέσεις τῶν βίων· διὰ γὰρ τοῦτο καὶ ἡ μὲν πλημμελῆς εὐθὺς ἐπὶ τὸ σκοτεινὸν φέρεται καὶ ἄθεον, ἡ δὲ εὐσεβὴς ἄγει αὐτὴν D εἰς οὐρανόν, ἀγομένην καὶ ὑπὸ τῶν ὅλων, διότι πλήρης ἐστὶν ἑκάτερα τῶν εἱμαρμένων νόμων, καὶ ἄγουσιν ἑαυτάς, φησιν αὐτὴν προστατεῖν ὅπου ὁ ἐν αὐταῖς φθέγγεται νόμος, ὥσπερ φησὶ καὶ ὁ Πλωτῖνος [enn. 4, 3 p. 383]· ἴδιον γὰρ τοῦτο τῆς τῶν θεῶν προνοίας, τὸ ἔνδοθεν ἄγειν τὰ προνοούμενα. καὶ τί θαυμαστόν, κόσμων τε καὶ ἔργων, οὐρανὸς ὄφρα θῆ δρόμον ἀίδιον κατασῦρων, καὶ ὅπως ἂν αἱ ἄλλαι περίοδοι πληρωῶνται, ἡλίου, σελήνης, ἀστρῶν, νυκτός, ἡμέρας. οὕτως οὖν καὶ ὁ Πλάτων τὴν δευτέραν τοῦ κόσμου περίοδον ὑπὸ τῆς εἱμαρμένης περιάγεσθαι C φησίν, ἀλλ’ οὐχὶ τὴν πρώτην καὶ νοερὰν, μονονοῦχὶ διαφρη-