Ancient Greek
3.291.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.291.3
Unproofread scanNot analysed yet
Ὅτι γένεσις πρώτη μὲν ἔσοιτο τεταγμένη μία πᾶσιν, ἵνα μὴ τις ἐλαττοῖτο ὑπ’ αὐτοῦ [41E]. Αἱ ψυχαὶ κατ’ οὐσίαν μὲν εἰσὶν ὑπερφυεῖς καὶ ὑπερκόσμοι καὶ εἰμαρμένης ἐπέκεινα, διότι καὶ τὴν πρώτην ὑπόστασιν ἔσχον τοῦ κόσμου τοῦδε χωριστήν, κατὰ δὲ τὰ ὀχήματα αὐτῶν καὶ τὰς λήξεις, ὅς ἐκληρώσαντο διοικεῖν, ἐγκόσμοι γεγένηνται, παρὰ τοῦ δημιουργοῦ καὶ ταύτην λαβοῦσαι τὴν τάξιν. διὸ καὶ μετὰ τὴν τῶν ὀχημάτων προσώρθωσιν λέγει τοὺς εἰμαρμένους νόμους, οἷς τὰ σώματα ἐκληρώθησαν διοικεῖν, οἷον εἴ τις αὐτὸς μὲν ἀφειμένος εἴη τῶν