Ancient Greek
3.291.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.291.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41E] ὅπου γε καὶ ἡ ἀφύς δυνάμεις ἐνθεῖσα τοῖς ὀγκοῖς ἐνύλους καὶ σωματοειδεῖς διὰ τούτων αὐτοὺς κινεῖ τῶν δυνάμεων, τὴν μὲν γῆν διὰ τῆς βαρύτητος, τὸ δὲ πῦρ διὰ τῆς κουφότητος· πολλῷ ἄρα μειζόνως οἱ θεοὶ διὰ τῶν δυνάμεων, ὅς ταῖς ψυχαῖς ἐνέσπειραν, κινοῦσιν αὐτάς. εἰ οὖν κατὰ νόμους εἰμαρμένους ἄγουσι τὰς ψυχάς, εἰσὶ καὶ ἐν ταῖς ψυχαῖς οἱ εἰμαρμένοι νόμοι, προϋπάρχοντες μὲν ἐν τῷ δημιουργῷ νοερῶς (παρ’ αὐτῷ γὰρ ὁ θεὸς ἔδρυται νόμος), ὑπάρχοντες δὲ καὶ ἐν ταῖς θείαις ψυχαῖς (κατὰ γὰρ τοὺς ποδηγετοῦσι τὸ πᾶν), μετεχόμενοι δὲ καὶ ὑπὸ τῶν μερικῶν ψυχῶν (διὰ γὰρ τούτων ἄγουσιν ἑαυτὰς εἰς τὸν πρέποντα τόπον, αὐταὶ ἑαυτὰς κινοῦσαι καὶ διὰ μὲν τὴν προαίρεσιν ἀμαρτάνουσαι καὶ κατορθοῦσαι, διὰ δὲ τοῦ νόμου πρόσφορον τοῖς προϋπηγυμένοις ἑαυταῖς ἀπονέμουσαι τάξιν). ὅτε τοίνυν ἐγκόσμοι γεγόνασιν αἱ ψυχαί, τότε καὶ τὸ κράτος θεόνται τῆς εἰμαρμένης ἄνωθεν ἀπὸ τῆς προνοίας ἐξηρτημένον καὶ τοὺς νόμους ὑποδέχονται τοὺς εἰμαρμένους· καὶ γὰρ τὴν μὲν φύσιν ἔδειξεν αὐταῖς, ὡς ἑτέραν αὐτῶν οὖσαν, τοὺς δὲ νόμους εἶπεν, ὡς ἐγγραφῶν ἐν αὐταῖς· τὰ γὰρ δημιουργικὰ ῥήματα δι’ αὐτῆς χωρεῖ τῆς οὐσίας τῶν ψυχῶν. ὡς οὖν τοὺς πρὸ τούτων λόγους ἐνετίθει τοῖς νέοις θεοῖς, οὕτω καὶ τοὺς νόμους τούτους ἐντίθησι ταῖς μερικαῖς ψυχαῖς.