Ancient Greek
3.295.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.295.3-2
Unproofread scanNot analysed yet
Δεῖν γὰρ μετὰ τὴν εἰς τὰ προσήκοντα ἄστρα σπορὰν φύναι ζῶον τὸ θεοσεβέστατον. καὶ οὗτος πρῶτός ἐστιν εἱμαρμένος νόμος, πᾶσαν ψυχὴν μερικὴν ἐν ἐκάστη περιόδῳ κοσμικῇ γενέσει προσομιλεῖν· ἀνάγκη γὰρ τὴν ταύτης περίοδον ἑλάττονα εἶναι τῆς ὅλης περιόδου. καὶ τοῦτο κοινὸν πάσαις ταῖς μερικαῖς ψυχαῖς. διαφέρουσι δὲ ἀλλήλων κατὰ τὰς ἡγεμονίας τῶν θεῶν (ἄλλαι γὰρ ὑπ’ ἄλλην ἀγγελαιοκομικὴν ἐπιστασίαν ἐτάχθησαν) καὶ κατὰ τὰς τῶν λόγων προβολάς (καὶ γὰρ τῶν ὑπὸ τὸν αὐτὸν θεὸν αἱ μὲν τὸν προσήκοντα αὐταῖς αἱροῦνται βίον, αἱ δὲ οὔ, καὶ αἱ μὲν τοῦ αὐτοῦ θεοῦ κατ’ ἄλλην δύναμιν, αἱ δὲ καὶ καθ’ ἑτέραν ἀπολαύουσι τάξιν· τί γάρ, εἰ αἱ τῆς μαντικῆς Ἥλιου δυνάμεως ἐξηρημέναι βίον προβάλλοιντο ἰατρικὸν ἢ τελεστικόν, ἄλλαι δὲ Ἑρμαϊκὸν καὶ ἄλλαι Σεληνιακόν; οὐ γὰρ ὁ αὐτὸς τρόπος τῆς ἐξαλλαγῆς ἐπ’ ἀμφοτέρων). ἔτι δὲ κατὰ τὰς προαιρέσεις διοίσουσι· κἂν γὰρ τελεστικὸν ἀμφότεραι βίον ἕλωνται, δυνατόν τὴν μὲν ὀρθῶς περὶ αὐτὸν διαγενέσθαι, τὴν δὲ διαστρόφως· ἕκαστος γὰρ τῶν βίων ἐπιδέχεται τὸ τε εὖ καὶ τὸ κακῶς. ὥστ’ εἰ δεῖ συλλήβδην εἰπεῖν, ἢ ὑπὸ τὴν αὐτὴν τελοῦσι δύναμιν καὶ τὸν αὐτὸν αἱροῦνται βίον καὶ ζῶσιν ὡσαύτως, ἢ ὑπὸ τὴν αὐτὴν μὲν, οὐ τὸν αὐτὸν δὲ οὔδὲ ὡσαύτως, ἢ οὐχ ὑπὸ τὴν αὐτὴν μὲν, τὸν αὐτὸν δὲ καὶ ὡσαύτως, ἢ οὔθ’ ὑπὸ τὴν αὐτὴν οὔτε ὡσαύτως οὔτε [ὑπὸ] τὸν αὐτόν· αὕτη γὰρ πασῶν ἑσχάτη διαφορότης. οἱ μὲν οὖν τρόποι τοσοῦτοι τῶν διαφορῶν· τριῶν γὰρ ὄντων ἢ πάντα ἀποφήσομεν ἢ πάντα καταφήσομεν, ἢ