Ancient Greek
3.296.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.296.1-2
Unproofread scanNot analysed yet
B δύο μὲν ἀποφήσομεν, ἕν δὲ καταφήσομεν, ἢ ἔμπαλιν, καὶ τοῦτο τριχῶς, καὶ τὰ ἄκρα πρὸς τὸ μέσον, ἢ τὰ πρῶτα πρὸς τὸ ἔσχατον, ἢ πρὸς τὸ πρῶτον τὰ λοιπά. ἀνάγκη ἄρα τοσαύτας γίγνεσθαι τὴν πρώτην τῆς ψυχῆς διαφορὰς τῆς αἱρέσεώς τε καὶ τῆς ζωῆς. κοινὸν δέ, ὡς εἴρηται, πάσης ἢ μία καθ’ ἑκάστην περίοδον κάθοδος, ἵνα μὴ τις ἐλαττοῖτο, φησίν, ἀπὸ τοῦ δημιουργοῦ, μόνη περὶ τὰς ἄλλας πλεονάκις κατιέναι διηγακασμένη. συμμιγὲς ἄρα ἐπὶ τούτων τῷ ἀναγκαίῳ τὸ ἐφ’ ἡμῖν (ὅσῳ γὰρ μερικώτερον γίνεται τὸ αὐτεξούσιον, τοσοῦτῳ πλεῖον ἐλασσοῦται κατὰ τὴν δύναμιν), ἐπὶ δὲ τῶν θείων ψυχῶν καὶ τῶν δαιμονίων ἀπόλυτος ἦν ζωὴ καὶ ἀφέτη καὶ ῥάστη καὶ πάσης ἀνάγκης ἐξηρημένη. καὶ παρ’ ἑαυτῶν ἄρα ποιοῦνται τὰς πρώτας αἱ ψυχαὶ καθόδους καὶ ὑπὸ τῆς εἱμαρμένης ἄγονται, καὶ πλεῖον μὲν ἐν ταύταις τὸ αὐτεξούσιον, ὅτι κατ’ οὐσίαν ταῖς ψυχαῖς, ἔστι μὴν καὶ τὸ εἱμαρμένον· εἰ γὰρ ὁ ἐν αὐταῖς εἱμαρμένος νόμος ἐπὶ τὴν πρώτην αὐτὰς ἄγει γένεσιν, πολλῷ μᾶλλον ὁ ἐν τῷ παντὶ νόμος τοῦτο δρά καὶ ἡ τῆς εἱμαρμένης δύναμις. κατίасι δὲ τὴν πρώτην κάθοδον, ἤδη σπαρεῖσαι περὶ τοὺς ἐμφανεῖς θεούς, ἵνα δὴ καὶ σωτῆρας αὐτοὺς ἔχωσι τῆς περὶ τὴν γένεσιν πλάνης καὶ ὡς οἰκείους ἐπικαλῶνται προστάτας. ἐπειδή δὲ οὐ μόνον ἐπὶ τῆς γῆς ζῷα συνίστανται διὰ τῶν τοιούτων ψυχῶν, ἀλλὰ καὶ ἐν ἄλλοις στοιχείοις, οὔδ’ ἄνθρωπος μόνον (τοῦτο γὰρ ἡμῖν γνώριμον), ἀλλὰ καὶ ἄλλα ζῷα, θειότερα μὲν, γενητὰ δὲ ὅμως (οὐ γὰρ εὐθὺς ἀπὸ τῶν ἀιδίων ζωῶν ὑπέστη τὸ ὀλιγοχρονιώτατον, ἀλλὰ τὸ διαρκέστερον διεξάγον τὸν βίον, καὶ πρὸ τῶν ἐπικηροτάτων εἶναι δεῖ τὰ μακροβιώτατα τῶν λογικῶν ζωῶν), καὶ ταῦτα πάντα κοινῶς περιέλαβεν εἰπὼν φύναι ζωῶν τὸ θεοσεβέστατον· τοῦτο γὰρ ἐφαρμόζει πᾶσιν ὡς εἰπεῖν τοῖς νοῦ μετέχειν καὶ πρὸς θεοὺς ἐπιστρέφειν δυναμένοις. ἰδίᾳ δὲ λοιπὸν περὶ τῆς ἀνθρωπίνης φύσεως ἐν τοῖς ἑχομένοις διατάττεται.