Ancient Greek
3.30.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.30.1
Unproofread scanNot analysed yet
B αἰῶν τῆς ἐν τῷ εἶναι διαμονῆς. καὶ τοῦτο ἔδει μᾶλλον τὸν Στρατῶνα λέγειν, ἀλλ’ οὐχὶ τὴν διαμονὴν ὁρᾶσθαι τῶν ὄντων τὸ ὄν, ὡς ἐκεῖνος ἐν τῷ Περὶ Τοῦ Ὄντος βιβλίῳ γέγραφε, τὸ ἴδιον τοῦ αἰῶνος μετάγων ἐπὶ τὸ ὄν· οὐδὲ γὰρ ἐν τοῖς γενητοῖς ταὐτόν ἐστι τὸ γίνεσθαι τῷ διαμένειν γιγνόμενον, ἀλλὰ τῆς μὲν γενέσεως ἴδιον τὸ ἄλλο καὶ ἄλλο δεῖκνύναι τὸ ἔχον, τοῦ δὲ διαμένειν τὴν γένεσιν ὁ χρόνος, ἐν ᾧ ἡ γένεσις· καὶ ὅπερ ἐπὶ ταύτης ὁ χρόνος, τοῦτο ἐπὶ τῆς οὐσίας ὁ αἰών. ἀλλὰ περὶ μὲν τοῦ μεγίστου τοῦ μεῖναντος ἐν τῷ ἐνὶ τῶν θεῶν αἰῶνος ἄχρι τοσοῦτου παραγεγυμνώσθω. Διὰ τί δὲ ἐτύγχανεν οὕσα αἰώνιος ἡ τοῦ ζῴου φύσις, ἀλλ’ οὐχὶ ‘τυγχάνει’, καίπερ τῷ αἰῶνι τοῦ νῦν ὁμειωμένου μᾶλλον ἢ τοῦ παρεληλυθότος; ἐχρήσατο μὲν οὖν καὶ ἐν ἄλλοις [29 E] τούτῳ τῷ εἴδει τῆς ἀπαγγελίας, ἀγαθὸς ἢν εἰπὼν περὶ τοῦ ἀγαθοῦ ὄντος ἀεί, σημαίνων, ὅτι οὐκ ἀπὸ χρόνου τοῦτο, ἀλλ’ ἀεὶ ἦν, καὶ ὅτι τὰ τέλη προεῖληπται καὶ συνελήφται ταῖς ἀρχαῖς πρὸ πάσης παρατάξεως ἐπὶ τῶν θείων. νυνὶ δὲ καὶ πλεῖονα καιρὸν ἔχει τὸ ἐτύγχανεν·