Ancient Greek
3.30.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.30.2
Unproofread scanNot analysed yet
C ἐπεὶ γὰρ καθ’ ὑπόθεσιν διακοσμεῖ, πρὸ δὲ τῆς διακοσμῆσεως εἰ καὶ μὴ χρόνῳ, ἀλλ’ οὖν τῇ ἀξίᾳ ὑπάρχει τὰ νοητὰ καὶ ὅσα σύνεστι τοῖς νοητοῖς, διὰ τοῦτ’ εἶπεν ἐτύγχανε. πάλιν δὲ τῷ οὕσα τῇ ἀσθενείᾳ τοῦ παρατατικοῦ ῥήματος ἐβοήθησε· πεποίηκε γὰρ αὐτὸ καὶ οὐσιώδες, καὶ οὐχ ἦτον τοῦ ἐνεστῶτος ὡκείωσέ γε τῷ αἰῶνι τὸν λόγον περὶ αὐτοῦ, τελειότητα μὲν αὐτῷ διὰ τοῦ ἐτύγχανεν ἐπιδοὺς, τὸ ὄν δὲ τὸ οὐσιώδες διὰ τοῦ οὕσα συνεῖσενεγκών. καὶ περὶ μὲν τῶν λεξειδίων ἄλις. Διὰ τί δὲ τῷ γεννητῷ τὸ αἰώνιον παντελῶς προσάπτειν οὐχ ἦν δυνατόν; ἢ ὅτι πᾶν τὸ γεννητόν, φαίης ἂν, ἐν μεταβολῇ τὸ εἶναι ἔχει, τὸ δὲ παντελῶς αἰώνιον ἀμετάβλητόν ἐστι καὶ ἀγέννητον. ἀντικειμένων οὖν ἀλλήλαις τῶν φύσεων εἴ τις ἐβιάσατο τῷ γεννητῷ προσάφαι τὸ παντελῶς αἰώνιον, οὔτε ἀμετάβλητον αὐτὸ ἐποίει καὶ ἀνήρει αὐτοῦ τὴν φύσιν. ἀρ’ οὖν ἀμηχένη πάρεισι τῷ