Ancient Greek
3.30.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.30.1-2
Unproofread scanNot analysed yet
Β αἰῶν τῆς ἐν τῷ εἶναι διαμονῆς. καὶ τοῦτο ἔδει μᾶλλον τὸν Στράτωνα λέγειν, ἀλλ’ οὐχὶ τὴν διαμονὴν ὁρίζεσθαι τῶν ὄντων τὸ ὄν, ὡς ἐκεῖνος ἐν τῷ Περὶ Τοῦ Ὄντος βιβλίῳ γέγραφε, τὸ ἴδιον τοῦ αἰῶνος μεταγὼν ἐπὶ τὸ ὄν· οὔδὲ γὰρ ἐν τοῖς γενητοῖς ταὐτόν ἐστι τὸ γίνεσθαι τῷ διαμένειν γιγνό-μενον, ἀλλὰ τῆς μὲν γενέσεως ἴδιον τὸ ἄλλο καὶ ἄλλο δεῖ-κνύναι τὸ ἔχον, τοῦ δὲ διαμένειν τὴν γένεσιν ὁ χρόνος, ἐν ᾧ ἡ γένεσις· καὶ ὅπερ ἐπὶ ταύτης ὁ χρόνος, τοῦτο ἐπὶ τῆς οὐσίας ὁ αἰών. ἀλλὰ περὶ μὲν τοῦ μεγίστου τοῦ μέναντος ἐν τῷ ἐνὶ τῶν θεῶν αἰῶνος ἄχρι τοσοῦτου παραγεγυμνώ-σθω. Διὰ τί δὲ ἐτύγχανεν οὔσα αἰώνιος ἡ τοῦ ζῷου φύσις, ἀλλ’ οὐχὶ ‘τυγχάνει’, καίπερ τῷ αἰῶνι τοῦ νῦν ὡκειωμένου μᾶλλον ἢ τοῦ παρεληλυθότος; ἔχρήσατο μὲν οὖν καὶ ἐν ἄλλοις [29 Ε] τούτῳ τῷ εἴδει τῆς ἀπαγγελίας, ἀγα-θὸς ἦν εἰπὼν περὶ τοῦ ἀγαθοῦ ὄντος ἀεί, σημαίνων, ὅτι οὐκ ἀπὸ χρόνου τοῦτο, ἀλλ’ ἀεὶ ἦν, καὶ ὅτι τὰ τέλη προεἴληπται καὶ συνελήφται ταῖς ἀρχαῖς πρὸ πάσης παρατάσεως ἐπὶ τῶν θείων. νυνὶ δὲ καὶ πλείονα καιρὸν ἔσχε τὸ ἐτύγχανεν·